191
φυτοῖς καὶ τὰ ἐπὶ τούτοις. κγʹ. 9Οὕτως λέγει ὁ Θεὸς, ὁ βασιλεὺς Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Πλὴν ἐμοῦ οὐκ ἔστι ὁ Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα9, κ.τ.λ. Ἐξ ἑτέρας ἀρχῆς πρὸς τοὺς εἰδωλολάτρας τῶν Ἰουδαίων ὁ λόγος. Ποίου δὲ Ἰσραήλ ἐστι βασιλεὺς, ἐπήνεγκε λέγων, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ. Τῶν γὰρ ῥυσθέντων ἐστὶ βασιλεὺς, οὐ τῶν κατηγορουμένων ἐπ' ἀσεβείᾳ. Οὓς δὴ καὶ πλανηθέντας ἐπιστρέφει πρὸς τὸν ἕνα Θεόν. Πρὸ οὗ καὶ μεθ' ὃν οὐκ ἔστιν ἄλλον εὑρεῖν. Εἰ δὲ καὶ περὶ παντὸς νοοῖτο τοῦ Ἰσραὴλ τὸ ὁ ῥυσάμενος αὐτὸν, τῆς ἐλευθερίας αὐτῶν τῆς ἐξ Αἰγύπτου μεμνῆσθαι παρακαλεῖ, καὶ τῶν τοσούτων θαυμάτων, παρὰ τὸν φύσει Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον ἕτερον οὐδένα δεικνύς· εἰ δὲ νομίζεις ἄλλον εἶναι, λεγέτω ποῖον ἔργον αὐτοῦ δείκνυσιν ἐν τῷ παντί. Ἑνὸς γὰρ ὄντος τοῦ κόσμου, καὶ συμφυοῦς, καὶ ἑαυτῷ συνημμένου, εἷς ἂν εἴη καὶ ὁ τούτου δημιουρ 2405 γὸς, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νοούμενος. Θεοῦ δὲ ὄντος ἑτέρου, καὶ κόσμος ἕτερος νοηθήσεται· ὅπερ ἐκ πλειόνων ὡς ἄτοπον ἐξελήλεγκται. Τὸ δὲ στήτω, τοῦτ' ἔστι πρῶτον ὕπαρξιν δεικνύτω τὴν ἑαυτοῦ, καὶ ὡς ἐν οὐσίας ἐστὶν ὑποστάσει, καὶ ὡς ἐφ' ἑαυτοῦ μένει καὶ ἕστηκεν. Εἶτα φωνὴν ἀφεὶς λογικὴν καὶ Θεῷ πρέπουσαν, ἀναγγειλάτω πρῶτα καὶ ἔσχατα, ἀφ' οὗ τὸν ἄνθρωπον ἔπλασα, μέχρι τοῦ παρόντος καιροῦ, ἢ καὶ ἔτι τοῦ μέλλοντος, καθάπερ ἐγὼ τὰ μὲν πρῶτα διὰ Μωσέως, τὰ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας, δι' αὐτοῦ τε καὶ τῶν ἄλλων ἐμήνυσα προφητῶν. Θεῷ γὰρ τῷ κατὰ φύσιν πάντα πάρεστιν ἐν ἀμερίστῳ γνώσει καὶ τὰ χρόνῳ διεστηκότα. Ἀλλὰ γὰρ μὴ συσχηματίζεσθε ἐγκαλυπτόμενοι, ὡς εἰδότες μέν τι, μὴ βουλόμενοι δὲ λέγειν. Οὐ γὰρ ἠκούσατε, φησὶν, ἀπ' ἀρχῆς, οὐδὲ ἔγνωτε τοιοῦτον οὐδὲν, ὡς ἐγὼ πρόγνωσίν τε τὴν ἐμὴν καὶ θεϊκὰς ἐπέδειξα πράξεις. Ὧν ὑμεῖς μάρτυρες, ὅσοι τὰ Μωσέως καὶ τῶν μετ' αὐτὸν ἐγνώκατε λόγια, τὰ ἐν Αἰγύπτῳ θαύματα, καὶ μετὰ ταύτην ἀγγέλλοντα, καὶ τῆς κτίσεως αὐτῆς ὡς δὴ ∆εσπότῃ συγκινηθείσης ἐμοί. Ταῦτα γὰρ ἰδίας ἐκάλεσεν ἀρετὰς, ἃς ἐνεργοῦντι τούτων ἦν οὐδεὶς σὺν ἐμοὶ, ἀλλ' οὐδὲ πρὸ τοῦ κατακλυσμοῦ, ὅτε μηδὲ τῶν εἰδώλων ἦσαν δημιουργοὶ, καθάπερ ἴστε καὶ ὑμεῖς, ὡς ἐν ἀρχῇ τοῦ θνητοῦ βίου τούτων ὑπῆρχεν οὐδέν. Οἱ δὲ μετὰ ταῦτα γενόμενοι παύσονται τῆς πλάνης ἐγκαλυπτόμενοι. Ἐπιμένοντες δὲ κατὰ τὸν τῆς ἐκδικήσεως ἀπολοῦνται καιρόν. Ὑμεῖς δὲ τέως τί μὴ λογίζεσθε, τίς τῶν ἀψύχων ἀγαλμάτων ἡ φύσις; Εἰ γὰρ εἶχόν τινα δύναμιν, ἤρκεσαν ἂν τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀμοῤῥαίοις εἰς σωτηρίαν ταῖς ἐμαῖς ἐνεργείαις ἀντιταττόμενα. Νυνὶ δὲ σὺν αὐτοῖς ἥλω τοῖς προσκυνοῦσι καὶ πυρὶ δι' ὑμῶν παραδέδοται. Πῶς οὖν ὑμεῖς οἱ κατεγνωκότες γεγόνατε τούτων δημιουργοὶ, καὶ ταῦτα Μωσέως ἀκούσαντες, ὡς Θεῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον; οὕτω γεγόνατε μάταιοι τὰ μὴ ὄντα ποθήσαντες; Τὸ δὲ ἐξηράνθησαν, εἰ μὲν ἐπὶ τῶν γλυπτῶν νοοῖτο, ἀντὶ τοῦ ἀπώλοντο κείσεται. Εἰ δὲ ἐπὶ τῶν τεκταινόντων, ὡς ἐπὶ φυτῶν ἀκάρπων ῥηθείη ξηραινομένων, ὧν τὸ τέλος εἰς καῦσιν. Τὸ δὲ κωφοὶ ἀπὸ ἀνθρώπων ἀντὶ τοῦ τελοῦντες μὲν οὐδαμῶς εἰς ἀνθρώπους, ἀναίσθητοι δὲ, κατὰ τό· "Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά." Εἶτά φησι, συναχθήτωσαν πάντες, ὡς ἂν κοινῶς ἐντραπεῖεν οἱ τῶν εἰδώλων θεραπευταὶ τῇ δυσσεβείᾳ συνειπεῖν οὐκ ἰσχύοντες. Εἶτα μέμνηται τῶν ὀργάνων, δι' ὧν τὰ εἴδωλα κατεσκεύαζον, ἵνα τὴν περὶ ταῦτα τέχνην προσκυ 2408 νοῦντας αὐτοὺς ἀποφήνῃ. Εἰ γὰρ ἦν αὐτὸ τὸ ξύλον Θεὸς, καὶ χωρὶς ἂν τέχνης ὑπῆρχε Θεός. Οὐκοῦν τὴν τέχνην ἐθεοποίησαν ἀσθενοῦς οὖσαν ἀνδρὸς καὶ φθαρτοῦ. Οὐ γὰρ ἂν ἐδεῖτο τροφῆς καὶ ποτοῦ. Ἐν ἐρωτήσει γὰρ ὑποστίζοντες τὸ, Οὐ μὴ πίῃ ὕδωρ, ἀναγνωσόμεθα. Πῶς οὖν ὁ φθαρτὸς ἄφθαρτα, καὶ ἀθάνατα ποιήσειεν ὁ θνητός; τινὲς δὲ καὶ ἐπὶ τῶν εἰδώλων τὸ ὅλον ἐδέξαντο. Προσαγάγετε γὰρ τούτοις θυσίας. Ἄρα οὖν μὴ θυόντων ὑμῶν, πεινάσει καὶ ἀσθενήσει ἐνυπάρχων Θεός; οὐκοῦν καὶ ὕδωρ