Σκάμανδρον ἐσκέδασ' ὀξὺς Ἄρης, ψυχαὶ δ' Ἄϊδόσδε κατῆλθον. τῷ σε χρὴπόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν, αὐτοὶ δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακείομεν αὐτοὺς τυτθὸν ἄπο πρὸ νεῶν», ἢ μᾶλλον τυτθὸν ἀπόπρο νεῶν, «ὥς κεν», ἤγουν ὡς ἄν, «ὀστέα παισὶν ἕκαστος οἴκαδ' ἄγῃ, ὅτ' ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν», ὅπερ ἐστὶ περίφρασις τοῦ νοστήσωμεν, «τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου», ἢ μάλιστα ἐν πεδίῳ, «ποτὶ δ' αὐτὸν δείμομεν ὦκα πύργους ὑψηλούς, εἶλαρ νηῶν 2.469 τε καὶ αὐτῶν», ἤγουν ἡμῶν, «ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη, ἔκτοσθε δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ἣ ἂν ἵππους καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων». Ἀρίστη δὴ καὶ ἡ δευτέρα βουλὴ αὕτη κατὰ τὸν ποιητὴν καὶ οἵα πιθανολογῆσαι, ὅπως ἐκ βαρυτάτου πολέμου τοῦ ἐφεξῆς αἱ Ἀχαϊκαὶ νῆες περιεσώθησαν. (ῃ. 328) Ὅρα δ' ἐν τῷ «πολλοὶ γὰρ τεθνᾶσιν», ὅτι ὁ ˉγˉαˉρ σύνδεσμος ἐν ἀρχῇ δημηγορίας κεῖται. Αἴτιον δὲ καὶ νῦν τούτου, ὅτι θέλει κατὰ μέθοδον περιβολῆς τὸ δεύτερον θεῖναι πρῶτον, ἤγουν τὴν αἰτίαν πρὸ τοῦ αἰτιατοῦ, ὡς καὶ εἴ τις εἴποι· ἄνθρωπε, καὶ γὰρ ὤχλησάς με, παῦσαι λαλῶν. Ἰστέον δὲ ὅτι, ὥσπερ ἄμεμπτόν ἐστι τὸ ἄρχεσθαι ἀπὸ τοῦ ˉἐˉπˉεˉι συνδέσμου, οὕτως καὶ ἀπὸ τοῦ ˉγˉαˉρ. Ἰσοδυναμοῦσι γὰρ ἀλλήλοις οἱ σύνδεσμοι οὗτοι. ταὐτὸν γὰρ εἰπεῖν· ἄνθρωπε, ἐπεὶ ἠδίκησάς με, λυποῦμαι, καί· ἄνθρωπε, καὶ γὰρ ἠδίκησάς με, λυποῦμαι. Οὕτω δὲ ταὐτὸν φάναι· χρή, βασιλεῦ, τύμβον θέσθαι κοινόν, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, καὶ αὖ πάλιν εἰπεῖν· ὦ βασιλεῦ, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, χρὴ τύμβον γενέσθαι κοινόν. Ἔστι δὲ τὸ μὲν πρῶτον κοινότερον, τὸ δὲ δεύτερον ἀσύνηθες τοῖς πολλοῖς. Τὸ δὲ τεθνᾶσι κρᾶσιν ἔπαθεν ὁποίαν καὶ τὸ βεβάασι βεβᾶσι καὶ ἑστάασιν ἑστᾶσιν. (ῃ. 329) Ὅρα δὲ ὅτι πρὸς τὸ κελαινὸν αἷμα, ὃ ἐρεμνὸν ἡ Τραγῳδία φησί, δυνάμενος ὁ ποιητὴς παραθεῖναι μελανδίνην Σκάμανδρον ἢ ἀντιθετικῶς ἀργυροδίνην ἢ λευκὸν ὕδωρ Σκαμάνδρου, ὁ δὲ ὅμως ἠρκέσθη ἁπλούστερον, ἐΰρροον εἰπὼν Σκάμανδρον, ὡς οἷα τοῦ κελαινοῦ [αἵματος] μὴ εὖ ῥέοντος ἀλλ' ἐπὶ κακῷ. (ῃ. 330) Τοῦ δὲ ἐσκέδασεν οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ τοῦ κατὰ πόλεμον αἵματος ἐν πεδίῳ χεθέντος ὧδε καὶ ἐκεῖ. Ὀξὺς δὲ Ἄρης ὁ ταχὺς πόλεμος καὶ σφοδρός, ἴσως δὲ καὶ ὁ τὸ αἷμα ἐκχέας σίδηρος οὕτως ἐκλήθη. Τὸ δὲ 2.470 Ἄϊδόσδε ὅτι ταὐτόν ἐστι τῷ εἰς Ἅιδου καὶ ὅτι Ἀττικῶς ἐλλέλειπται, καθὰκαὶ τὸ ἐς μυσταγωγοῦ, δῆλόν ἐστιν. Ὡς δὲ καὶ οὐ μόνον ἀντὶ προθέσεως κἀνταῦθα κεῖται ὁ ˉδˉε, ἀλλὰ καὶ ὡς οἷά τις ἐπέκτασις, προδεδήλωται. (ῃ. 332) Τὸ δὲ «αὐτοὶ ἀγρόμενοι» αὐτοδιακονεῖν ἐν καιρῷ καὶ τοὺς ἀρίστους βούλεται. [Καὶ δηλοῦται τοῦτο ἔκ τε ἄλλων μυρίων τῶν κατὰ τοὺς ἥρωας, καὶ οἷς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς ἐν ταῖς Λιταῖς αὐτοὶ τὰ τῆς δεξιώσεως τῶν φίλων πρέσβεων εὐτρεπίζουσι, καὶ οἷς Μενελάου, φασί, τελοῦντος γάμους ὁ νυμφίος οἰνοχοεῖ. καὶ Ὀδυσσεὺς δέ που δαιτρεῦσαι καὶ πῦρ εὐνῆσαι καὶ ξύλα κεάσαι δεξιὸς εἶναι λέγει. Τὸ πᾶν δὲ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἐπετήδευον οἱ ἥρωες τὴν αὐτοδιακονίαν καὶ ἐκαλλωπίζοντο τῇ ἐν τοῖς τοιούτοις εὐστροφίᾳ. Καὶ ἔστιν εἰπεῖν, ὡς ἐφιλοτιμοῦντο οὕτω αὐτάρκεις εἶναι δοκεῖν καὶ τέλειοι καὶ ἀνενδεεῖς, οἷα μὴ ἐθέλοντες ὄφλειν χάριτας, εἰ τῶν ἔργων συνεφάπτονται αὐτοῖς ἐπὶ οὕτω μικροῖς καὶ οὐ πολλοῦ λόγου ἀξίοις, καὶ ἅμα πραγματευόμεναι τὸ πολιτικώτερον.] (ῃ. 332) Τὸ δὲ «κυκλήσομεν νεκρούς», ἀντὶ τοῦ τροχοῖς ἀγάγωμεν ἢ μάλιστα ἐφ' ἁμαξῶν κομίσομεν, ὡς ἀπὸ μέρους. τὰ γὰρ κύκλα, ἤγουν οἱ τροχοί, μέρος ἁμάξης. προϊὼν οὖν ἐρεῖ «ἁμαξάων ἐπάειραν». Ἰστέον δὲ ὡς οὐκ ἦν ἂν ἀπᾷδον καὶ κυκλώσομεν εἰπεῖν κοινότερον, εἴγε παρ' Εὐριπίδῃ «κύκλωμα Ἰξίονος» φέρεται, ῥηθὲν ἐπὶ τροχοῦ κινήσεως κατὰ τὸν ἐπὶ τῷ 2.471 Ἰξίονι τοῦ μύθου λῆρον. Ὁμήρῳ μέντοι εὐηρέστηται κυκλήσομεν εἰπεῖν, ἐξ 2.471 οὗ παρὰ τοῖς ὕστερον παρεισκυκλεῖν λόγους τὸ ὡς ἐκ περιόδου τινὸς κυκλικῶς παρεισάγειν καὶ στρογγύλλειν τὸ φραζόμενον. ἔτι δὲ καὶ ἄλλως, τὸ πολλάκις περὶ τὸ αὐτὸ