192
ὀφείλει πιεῖν, εἰ τούτων ἐστὶν ἐνδεὴς, ἵνα διαβάλλει καθόλου τοὺς Θεῷ τι προσφέροντας ὑλικὸν, οὗ μὴ πέφυκεν ἐνδεής; οὐ δὲ γὰρ ὁ φύσει Θεὸς προηγουμένως τὰς θυσίας ἐπέταξεν. Ἐντρεπτικῶς δὲ νῦν ὁ προφήτης τοῖς περὶ τούτων ἐνέμεινε λόγοις, ὡς ἂν φρονήσαντες ἐπιστραφεῖεν πρὸς θεοσέβειαν. Τὸ δὲ ὡς μορφὴν ἀνδρὸς, παρίστησιν ὡς τὴν ἰδίαν προσκυνοῦσι μορφὴν τοσοῦτον ἀπᾴδουσαν, ὅσων ἀρχετύπων ἡ μίμησις. Καὶ τὴν ἑαυτῶν αἰσχύνουσι φύσιν τὴν ἐν λίθοις καὶ ξύλοις εἰκόνα τῆς ἀληθοῦς προτιμῶντες μορφῆς, καὶ δόξαν ἐκείνῃ προσάγοντες. Τὸ δὲ ἵστησιν ἐν οἴκῳ, δηλοῖ ὅτι ναῷ ἐκ δρυμοῦ τὴν ὕλην λαβών. Ὅπερ εἰδὼς οὐκ ἂν ἔχοι λέγειν, κατὰ τοὺς Ἑλλήνων λήρους, διοπετῆ τὰ ἀγάλματα. Σποδὸς οὖν ἄρα ἡ καρδία αὐτῶν, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὃ ἤτι μόνος εἴπερ ἐθέλοι Θεὸς ὁ μετασκευάζων, ὡς βούλεται, πάντα, καὶ φωτίζων ἐσκοτισμένα. Ἴδετε, τοῦτ' ἔστι κατανοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιῇ μου, συνήθως οὕτω τὸν μονογενῆ καλέσας Υἱὸν, ὃς εἴτε Θεὸς, εἴτε Κύριος, εἴτε φῶς, ἢ δύναμις, ἢ βασιλεὺς, ἢ ∆ημιουργὸς, ἢ ζωὴ λέγοιτο, πάντα κυρίως ἐστὶν ἐξ ἀληθείας λεγόμενος, τῶν εἰδώλων ἢ δαιμόνων ψευδῶς ταῦτα λεγομένων. Φύσει γὰρ Θεὸς αὐτὸς ἐκ Θεοῦ. Ὡς ἐπιλήσμονι δὲ τῷ Ἰσραὴλ τὸ μνήσθητι καλῶς ἐπενήνοχεν. Πλασθεὶς γὰρ εἰς παῖδα, οὐκ ὀφείλει τῆς ἀξίας ὑπεριδεῖν, κωφοῖς εἰδώλοις προσκείμενος. "Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς." Λοιπὸν, ὧν ἥμαρτες μέμνησο, κἂν ἐγώ σοι τούτων ἀμνηστείαν χαρίζωμαι. Πεπλάσθαι δὲ λέγεται διὰ τοῦ νόμου πρὸς παῖδα. Ὡς γὰρ Ἀδὰμ ἐκ γῆς, καὶ πᾶν ἐν γαστρὶ πλάττεται βρέφος· οὕτως οἱ ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου πλάττονται Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτὸν, κατὰ τό· "Τεκνία, οὓς πάλιν ὠδίνω μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Καὶ πάλιν· "Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ' ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον." Καὶ πάλιν· "Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθε τῇ 2409 ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." Ἀλλ' ἡμεῖς μὲν οὕτω. Τοῖς ἐν νόμῳ δὲ πρέπει δουλείας πνεῦμα λαβοῦσι τὸ εἰς οἰκέτην καὶ παῖδα πεπλάσθαι. Παραβαίνοντας γὰρ ὁ νόμος, ὡς οἰκέτας ἐκόλαζεν. Ἡ ἐν Χριστῷ δὲ πλάσις υἱούς τε καὶ συμμόρφους ἐργάζεται. Τῷ δὴ οὖν Ἰσραὴλ, Μὴ ἐπιλανθάνου μου, φησὶ, τρεπόμενος εἰς ἀσέβειαν. Πρὸς ὃν ἀλλαχοῦ φησιν· "Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα." Οὕτως ἄρα λήθη Θεοῦ, τὸ ἀποφοιτῆσαι τούτου δηλοῖ. Προτρέπων δὲ σπεύδειν ἐπὶ μετάνοιαν, ἐπιστρέφουσιν αὐτοῖς ἀμαρτημάτων ἄφεσιν ἐπαγγέλλεται, Ἀπήλειψα, λέγων, ἀντὶ τοῦ ἀπαλείψω, καθάπερ τι νέφος διαλύσας ἢ γνόφον. Τὸ γὰρ μέλλον τοῦ χρόνου, τὸ λυτρώσομαί σε παρίστησιν. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφὴν, ὡς ἀπεστραμμένον, τὸν Ἰσραήλ; διὰ Χριστοῦ γὰρ ἤμελλε πᾶσιν ἡ τῶν ἁμαρτημάτων ἄφεσις δίδοσθαι συναναστραφέντος ἡμῖν τοῦ Ἀμνοῦ, ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὃ δὴ προϊδὼν ὁ προφήτης, καὶ ὡς πολλοὶ τούτων πιστεύσουσιν τῷ προφητικῷ πειθόμενοι λόγῳ, χαίρειν τοὺς οὐρανοὺς προσφωνεῖ, τὰς οὐρανίους δηλονότι δυνάμεις, ὡς ἂν χαρᾶς ἐν οὐρανοῖς γενησομένης ἐπὶ τοῖς μετανοεῖν μέλλουσιν. Ὅθεν Χριστοῦ γεννηθέντος ἀνέκραζον· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη." Σαλπίζειν δὲ βούλεται, καὶ εἴ τινές εἰσι, καὶ τὴν γῆν αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, ἤγουν ἀλαλάξαι, κατὰ τοὺς λοιποὺς, ὕμνον ἀναπεμπούσας Θεῷ. Εἰκὸς δὲ θεμέλια χρηματίζειν τοὺς θεοφιλεῖς πάντας προφήτας τε καὶ δικαίους, κατὰ τὸν Ἀπόστολον λέγοντα· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν." Ἐπὶ τὴν Χριστοῦ γὰρ κλῆσιν μεγαλοφώνως πάντας ἐκάλεσαν, κατὰ τό· "Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν." Ἁπάντων μὲν γὰρ θεμέλιος ὁ Χριστὸς ἀνέχων τε καὶ διακρατῶν τὰ ἐρηρεισμένα. Ἐπ' αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα οἶκος