193
πνευματικός. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως. Θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ' ἡμᾶς, οἱ αὐτόπται, καὶ ὑπηρέται τοῦ λόγου. Γίνονται γὰρ ἡμῖν διὰ τῶν παραδόσεων εἰς ἑδραίωμα πίστεως, κατὰ τό· "Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Τὸ γὰρ τῆς αὐτοῦ πίστεως ἀσάλευτον ὑπεδήλωσεν. Λέγει δὲ καὶ ∆αβίδ· "Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὅρεσι τοῖς ἁγίοις," περὶ τῶν αὐτῶν λέγων. Ὁ μὲν οὖν Μωσῆς ἰσχνόφωνος ἦν. Ὁ γὰρ νόμος ἦν τοῖς ἐν Ἰουδαίᾳ μόνοις ἐξάκουστος. Σαλπισταὶ δὲ καὶ μεγαλόφωνοι κήρυκες οἱ τὸν Χριστὸν πανταχοῦ διαγγέλλοντες. 2412 Ἃ δὲ θεμέλια γῆς ἔφη, ὄρη πάλιν ὠνόμασεν. Ἔργῳ γὰρ ἦσαν καὶ λόγῳ διαπρεπεῖς, πρὸς οὓς ἔφασκεν· "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών." Πολλὴ δὲ πάλιν τῆς χάριτος ἡ πρὸς τὸν νόμον διαφορά. Ὁ μὲν γὰρ κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσιν ἐβόα κατήφειαν. Οἱ δὲ ταύτης κήρυκες εὐφροσύνην τῷ κόσμῳ κατήγγειλαν, ἄφεσιν βοῶντες ἁμαρτιῶν, καὶ δικαίωσιν ἐν πίστει, ἁγίου τε Πνεύματος μέθεξιν, καὶ υἱοθεσίας λαμπρότητα, οὐρανῶν τε βασιλείαν, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν οὐ κατεψευσμένην ἐλπίδα. Βουνοὺς δ' ἂν εἴποις τοὺς καὶ αὐτοὺς ὑπερηρμένους τῆς γῆς, τῶν δὲ λεχθέντων ὀρῶν ὅμως ἐλάττονας. Ξύλα δὲ, τὰ ἐν αὐτοῖς καὶ ὑπ' αὐτῶν τεθραμμένα, οἱ δι' αὐτῶν πιστεύσαντες, καὶ ὥσπερ ἀναβεβηκότες εἰς ἄνδρα τέλειον καὶ καρποῖς κομῶντες πνευματικοῖς, καὶ αὐτοὶ τῆς Ἐκκλησίας ὄντες διδάσκαλοι, καὶ ταῖς νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Χαίρουσι δὲ, ὅτι πρὸς τῷ λυτρωθῆναι τὸν Ἰσραὴλ καὶ δεδόξασται Θεοῦ χρηματίσας Υἱὸς, ἀδελφός τε τοῦ φύσει καὶ ἀληθῶς Υἱοῦ. Καὶ ἄλλως δὲ τὸν κόσμον, καὶ τὰ τούτου μέρη πρὸς δοξολογίαν κινεῖ, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται, ἢ κατὰ τοὺς λοιποὺς, καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται. Ὅπερ ἐγίνετο ἡνίκα τῶν ἐκ τοῦ προτέρου λαοῦ πολλοὶ τοὺς προφητικοὺς λόγους ὠφελημένοι πρὸς εὐσέβειαν ἐχώρουν καταλιπόντες τὰ εἴδωλα. Τινὲς δὲ τὸ, Καὶ οὐκ ἦσαν οἱ πλάττοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ, οὕτως ἐξηγήσαντο· Οὐ παρὰ τὸ μὴ εἶναι τοὺς ταῦτα ἐργαζομένους, παρὰ δὲ τὸ μὴ δύνασθαι βοηθῆσαι τοῖς αὐτὰ θεραπεύουσιν, ὡς μηδὲ ὄντα ἡνίκα τὴν γῆν ἐκληροδότησεν Ἰσραὴλ τοὺς τούτων ἀπελάσας προσκυνητάς. Πῶς οὖν οὐ μάταιος μετὰ τοσαύτην πεῖραν εἰδωλολατρήσας αὐτὸς, καὶ τῷ αὐτεξουσίῳ κακῶς χρησάμενος; "Εἰ γὰρ καὶ πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Οὐδὲ ἐξουσιασθήσομαι, φησὶν, ὑπό τινος." Τοῦτ' ἔστιν, Ἄρχειν λαχὼν ἐμαυτοῦ ἐὰν ὑποταγείην τοῖς πάθεσι, καὶ τὸ ἄρχειν ἀπώλεσα, τῆς ἐλευθερίας ἀποστὰς, δι' ὧν ἐμαυτὸν ὑπέβαλον ἐξουσίᾳ. Τοῦτο δὲ κατὰ μικρὸν ὁδεῦον τῇ τῶν ἡδονῶν συνηθείᾳ πρὸς ἀσέβειαν ἔρχεται. Πονηρὰς γὰρ ὑπονοίας τίκτει κατὰ Θεοῦ, ὡς μὴ εἰδότος τὰ γινόμενα, ἢ καὶ ἀδιαφοροῦντος ἐπ' αὐτοῖς. ∆εῖ τοίνυν ἐφ' ἑκάστης ἁμαρτίας τά τε μέρη σκοπεῖν, καὶ τὴν ἀτοπίαν τοῦ τέλους, καὶ συναίσθησιν λαβόντας αἰσχύνεσθαι πρό γε τῶν ἄλλων ἑαυτούς. Αὐτὸς γὰρ ἑαυτῷ τις τὰ εἰκότα διαλεγόμενος ὠφελεῖται τὰ μέγιστα. κδʹκηʹ. 9Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα· ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ 2413 ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίασ9; κ.τ.λ. Ἔλεγχον εἰδωλολατρείας προεκθέμενος ὁ λόγος, καὶ ὡς παύσονται ταύτης οἱ τὴν προφητικὴν διδασκαλίαν ὠφελημένοι· νῦν τὴν ἐκ Βαβυλῶνος ἀπαλλαγὴν ἐπαγγέλλεται, εἰς ἥνπερ εἰδωλολατροῦντες ἀπήχθησαν, οὗπερ εἰ παύσαιντο νῦν, ἐλευθερίαν ὑπέσχετο. Ἐπειδὴ δὲ περὶ πραγμάτων μεγίστων ἐποιεῖτο τοὺς λόγους, καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι παρά τινων, εἰκότως τὴν ἰδίαν ἀνεκήρυξε δύναμιν. Πάντων γὰρ ὢν ποιητὴς, καὶ παράγων ἐξ οὐκ ὄντων, πῶς οὐκ ἂν ἔχοι ῥᾳδίως ὅπερ ἂν ἐθέλοι ποιεῖν; Ὡς δὲ τοιούτων ἐσομένων, καὶ ἄνω παρεκελεύετο τῇ κτίσει δοξολογεῖν τὸν Θεὸν, οἷς ἀκολούθως φησίν· Οὕτω λέγει Κύριος ὁ λυτρωσάμενός σε καὶ πλάσσων σε