194
ἐκ κοιλίας· [ὅπερ] Ἱερεμίας ἐδήλωσεν εἰπών. "Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας ἐπίσταμαί σε" λόγον εἰπὼν Κυρίου τὸν τῶν κατὰ γαστρὸς κυοφορουμένων ∆ημιουργόν. Εἶτ' ἐπειδὴ περὶ ἐλευθερίας πρόκειται λόγος· λυτρούμενον ἑαυτὸν εἰκότως ὠνόμασεν, σωματικὴν πλάσιν ὡς δὴ σωματικοῖς λέξας. Ἐγώ εἰμι, φησὶν, ὁ ἐκ μικροῦ σε πλάσας ὑποκειμένου, καὶ ὡς ἐκ σπηλαίου τινὸς ἐξαγαγὼν σκοτεινοῦ, μηδὲν περὶ τούτου τῶν γονέων εἰδότων, ἐμοῦ δὲ τὸ πλασθὲν ὑποστήσαντος. Εἰ δὲ σμικρόν σοι τοῦτο πρὸς θείαν φαίνεται δύναμιν, σκόπει τοῦ κόσμου τὰ μέγιστα πόθεν ἔσχε τὴν ὕπαρξιν, καθά φησι καὶ ∆αβίδ· "Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν." Καὶ πάλιν· "Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς." Ἀντὶ δὲ τοῦ ὁ συντελῶν, ὁ ποιήσας ἐξέδωκαν οἱ λοιποί. "Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν." Ὅτι, "Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν. Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν." Ὁ δὲ τοσοῦτος τί ἐποίησεν κατὰ καιροὺς ἐπενήνοχεν, ὡς ἀπολεῖ τὰς πανταχοῦ μαντείας καὶ τὰ χρηστήρια δι' ὧν οἱ δαίμονες ἐφενάκιζον τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας, εἰδέναι τὸ μέλλον πλαττόμενοι, καὶ τὰ ταῖς καρδίαις ἐπερχόμενα λέγοντες· περὶ ὧν ἔφασκεν Ἰεζεκιήλ· "Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι." ∆ιεσκέδασε δὲ ταῦτα καὶ τῷ παῦσαι, καὶ τῷ ποιεῖν ἅ ἐστιν ἐκείνοις ἀτέκμαρτα, καὶ ἀπρόγνωστα. Ἀπεστράφησαν δὲ καὶ φρόνιμοι. Φρονίμους καλεῖ τοὺς παρ' Ἕλλησι σοφοὺς, ὧν ἐμώρανεν τὴν σοφίαν τῷ τῆς ἀληθείας διαμαρτεῖν, ἀχρήστου τῆς ἐν αὐτοῖς ἀποδειχθείσης σοφίας. ψυχικὴ γὰρ ἦν, καὶ ἐπίγειος, δαιμονιώδης, ἣν καὶ ὁ Παῦλος μεμωράνθαι φησίν· ἤγουν τοὺς μάγους. Σοφοὺς γὰρ καὶ τούτους ἐκάλουν. Ταῦτα μὲν οὖν διασκεδάσω. Τοῦ δὲ ἐμοῦ Υἱοῦ καὶ Χριστοῦ, περὶ οὗ πολλὰ προεῖπον, καὶ τῶν ἀγγέλων αὐτοῦ τῶν ἀποστόλων, στήσω τὰ ῥήματά τε καὶ τὴν βουλήν. Ῥήματα δὲ Χριστοῦ τὸ σωτή 2416 ριον κήρυγμα. Βουλὴ δὲ τῶν ἀγγέλων αὐτοῦ, τὸ παυσαμένους πάντας κακίας καὶ πλάνης προσδραμεῖν ἀληθείᾳ καὶ ἀρετῇ. Ἐγὼ δὲ ὁ ταῦτα μέλλων ποιεῖν, ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὡς ἀνοικοδομήσω τὴν Ἱερουσαλὴμ ἣν ὑπὸ Βαβυλωνίων καθῃρημένην καὶ τὰς πόλεις τῆς Ἰουδαίας, ἧς ὡς ἐξ ἀρχῆς τὰ ἔρημα πάλιν συστήσεται. Ἀλλὰ καὶ τὴν πολυπληθίαν τῆς κακίας ἄβυσσον ὀνομαζομένην ἔρημον καταστήσω. Καὶ τὴν Βαβυλῶνα, τὴν πλήθεσιν οἰκητόρων ὡς ποταμοῖς διαῤῥέουσαν ξηρανῶ, πέρας αὐτοῖς ἐπιθείς. Τινὲς δὲ ἄβυσσον μὲν τὸ πολυάνθρωπον εἰρῆσθαι τῆς Βαβυλωνίας φασί. Ποταμοὺς δὲ, τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ἃ πέριξ αὐτῆς ὄντα πρὸς ἐπικουρίαν ἐκάλεσεν, ἔθους ὄντος Γραφικοῦ ποταμοὺς καὶ θαλάσσας καὶ ὕδατα, πολλὰ καλεῖν ἔθνη. Λέγει γὰρ καὶ ∆αβίδ· "Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν, τὸ σωτήριον κήρυγμα διὰ τῶν ἐθνῶν κεχωρηκέναι δηλῶν ὑψηλῇ βροντῆσαν φωνῇ. Τοιοῦτον καὶ τὸ, "Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Μεγάλαι γὰρ αἱ τῶν ἀποστόλων οὖσαι φωναὶ γεγόνασι γνώριμοι. Εἴρηται δὲ καὶ περὶ Βαβυλῶνος αὐτῆς καὶ Νινευὴ, "Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς." Τινὲς δὲ ἄβυσσον εἰρήκασι τὴν Ἐρυθρὰν θάλασσαν ἐρημωθεῖσαν, ὅτε διέστη παριόντος αὐτὴν τοῦ λαοῦ· Ποταμοὺς δὲ ξηρανθέντας, τὸν Ἰορδάνην ἀναχαιτίσαντα. ∆ι' ὧν ὑποβάλλει νοεῖν, ὡς Εἴ μοι ἑαυτοὺς ἐπιδώσητε, τοὺς λογισμοὺς ὑμῶν κοιμίσω κυμαινομένους καὶ ξηρανῶ πλημμυρούσας τὰς ἡδονάς. Καὶ ταῦτα μὲν οὗτοι. Τὰ δὲ καθ' ὑμᾶς τε καὶ Βαβυλωνίους πάντα ποιήσω, φησὶ, διακόνῳ χρησάμενος ἀνδρὶ, οὗ καὶ τοὔνομα προλέγω Κῦρον καλῶν, ὃν προστήσομαι τῶν ἐμῶν βουλευμάτων διάκονον, φρόνησιν αὐτῷ παρασχὼν εὐσεβῆ, ὡς τὰ κατὰ Βαβυλῶνος ἐπιγνῶναι πρακτέα, τοῦ τε λαοῦ τὴν ἄνεσιν, καὶ τῆς Ἱερουσαλὴμ σὺν τῷ ναῷ τὴν ἀνάκτισιν. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ὁ λέγων Κύρῳ, Ποιμήν μου. Καὶ πάλιν· Ὁ δὲ ναὸς θεμελιωθήσεται. Τελευτήσαντος γὰρ Κύρου κεκώλυται μὲν ἔκ τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ' αὐτὸν βασιλεύσαντος τοῦ ναοῦ θεμελίων ἐπὶ Κύρου