195
προκαταβεβλημένων, ἐπληρώθη δὲ μετὰ ταῦτα βουλήσει Θεοῦ. Καὶ ταῦτα δεδήλωκεν ἡ Γραφή. Καὶ Ἰώσηπος ἐν αʹ τῆς Ἀρχαιολογίας, ὡς ἐπιδειχθείσης παρὰ τῶν αἰχμαλώτων τῆς Ἡσαΐου προφητείας τῷ Κύρῳ, ταῦτά τε γνοὺς, καὶ ἐπ' ὀνόματος ἑαυτὸν κεκλημένον εὑρὼν πρὸ δέκα καὶ διακοσίων ἐτῶν, σὺν πολλῇ προθυμίᾳ τὰ προστεταγμένα πεποίηκεν. ΚΕΦΑΛ. ΜΕʹ. αηʹ. 9Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμ 2417 προσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται9, κ.τ.λ. Ὃν καὶ χριστὸν καλεῖ, οὕτω παρ' Ἑβραίοις λεγομένων τῶν ὑπὸ Θεοῦ προχειρισθέντων εἰς βασιλείαν. Ἐλαίῳ γὰρ αὐτοῖς οἱ βασιλεῖς εἰώθεσαν χρίεσθαι πρὸς τὴν ἀρχὴν καθιστάμενοι. Τροπικῶς δὲ καὶ τοὺς ἁγίους οὕτω φησὶν ἡ Γραφή. Χριστὸν οὖν αὐτὸν ἐκάλεσεν, ὡς ἐκ Θεοῦ πρὸς τὴν ἀρχὴν κεκλημένον. Ὡς δὲ τοιούτου, φησὶν, ἐπαγγέλλομαι κρατῆσαι τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι, μηδὲ νικηθῆναι παρά τινος κρείττονος. Ἀντιλήψεως γὰρ τοῦτο σημεῖον, καθά φησιν ἐν Ψαλμοῖς· "Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με." Ὑποτάξας δὲ πλείστους αὐτῷ, πᾶσαν διαῤῥήξω τὴν ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείαν, οὐδὲν ἄβατον ἐάσας αὐτῷ, καθ' ὧν ἂν ἐθέλῃ χωρεῖν. Ἀλλὰ κἂν ᾖ τι δυνατὸν ἐμποδὼν, ὡς ὄρος γινόμενον, κἂν ἰσχυρὸν ὡς χαλκὸς ᾖ, καὶ σίδηρος, πάντα ταπεινώσω καὶ λύσω, ὡς μηδὲ θησαυροὺς ἀοράτους τοῖς πρὶν βασιλεῦσι τοῦτον διαλαθεῖν. Τινὲς δὲ θησαυρούς φασι τοὺς ὅσοι καὶ μάλιστα δυνατοὶ παρὰ τὴν ἔφοδον Κύρου σπηλαίοις ἐγκαταδύντες ἐλάνθανον. Ὃ δὴ μαθὼν, δᾷδας ἐξάπτων τοὺς ἄνδρας ἀνεύρισκεν. Γνῶθι δὲ τούτων ἐσομένων ὅστις εἰμὶ, ὁ πρὸ τοσούτων χρόνων τὴν σὴν προσηγορίαν εἰπών. Εἰμὶ γὰρ Θεὸς Ἰσραὴλ, ὃν μὴ ἀγνόει. ∆ι' αὐτὸν γάρ σοι τοσαύτην δυναστείαν δεδώρημαι. Ἐμὸς γάρ ἐστιν ἐκ πάντων ἐκλεγεὶς τῶν ἐθνῶν τῇ πρὸς τοὺς αὐτῶν πατέρας τιμῇ. ∆ιό σε προσεδεξάμην, ὡς ἐμαυτοῦ οἰκεῖον, καίπερ οὐκ ἐγνωκότα με, τῇ δὲ ἐκ πατέρων εἰδωλολατρείᾳ προσκείμενον. Ὡς ἂν μὴ δοκῇς προλαβούσης εὐσεβείας γέρα σοι ταῦτα δεδόσθαι. Ἀλλ' εἰ καὶ μὴ πρότερον ἔγνως, ὅτι μόνος εἰμὶ Θεὸς, μάθε γ' οὖν ἐξ ὧν διαπράξομαι, δι' ὧν πάντες εἴσονται Θεὸν εἶναι μόνον ἐμὲ, καὶ δι' ἀλλοφύλων, καὶ τῆς ἐμῆς ξένων θρησκείας, τὰ δοκοῦντα διαπραττόμενον. Καὶ δι' ὧν τὸν ἐμὸν λαὸν, ἡνίκα μὲν παιδείας ἦν καιρὸς, ὥσπερ ὀργῇ καὶ σκότῳ διὰ τῆς παιδείας κατήφειαν παρέδωκα. Ἡνίκα δὲ σώζειν ἔδει διορθωθέντα φῶς καὶ εἰρήνην ἐπ' αὐτὸν ἀνατεῖλαι πεποίηκα, διὰ τὴν ἐκ τῆς ἀφέσεως τῶν δεσμῶν εὐφροσύνην. Καὶ γὰρ εἰρήνης εἰμὶ καὶ φωτὸς χορηγὸς, σκότους τε καὶ τῶν λυπηρῶν, ἃ δὴ καλεῖν κακὰ φίλον ἐστὶ τοῖς πολλοῖς, ὧν ἐγὼ ποιητὴς πρὸς τὴν ἀξίαν αὐτὰ χορηγῶν ἐπ' ὠφελείᾳ τῶν δεχομένων. Τινὲς δὲ φῶς καὶ σκότος, ἡμέραν εἰρήκασι καὶ νύκτα. Οἳ καὶ κατὰ τὰ ἐπενεχθέντα τοῖς Βαβυλωνίοις φασὶ, δι' ἣν ἐπεδείξαντο κατὰ τῶν ἐξ Ἰσραὴλ ἡλωκότων ὠμότητα, ὡς διὰ Ζαχαρίου τὸν Θεὸν εἰρηκέ 2420 ναι· "Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα. Αὐτοὶ δὲ, συνεπέθεντο εἰς κακά." Καὶ πρὸς αὐτὴν δὲ Βαβυλῶνά φησιν· "Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου. Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." ∆ι' ὅπερ ἔφη διὰ Ἱερεμίου τῳ Κύρῳ· "Ἐπίβηθι ἐπ'αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. Ἐκδίκησον μάχαιραν καὶ ἀφανισμὸν, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι." Καὶ πάλιν· "Ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν, ὡς σπήλαιον," καὶ τὰ ἑξῆς. Καὶ διὰ τοῦ παρόντος δὲ προφήτου ἐῤῥέθη· "Ἐπεγερῶ ὑμῖν τοὺς Μήδους," καὶ τὰ ἐπὶ τούτοις. Τὴν δὲ μέλλουσαν ἐπάνοδον προθεσπίσας ὁ λόγος ὡς, ἐπ' εὐαγγελίοις χαίρειν αὖθις ἐντέλλεται ταῖς οὐρανίαις δυνάμεσιν, καὶ ταῖς νεφέλαις ταῖς λογικαῖς, ἃς ἐνετείλατο πρότερον ὑετὸν εἰς τὸν ἀμπελῶνα μὴ βρέξαι,