θελήσεως ἦν αὐτοῖς. (ῃ. 376) Κεῖται δ' ἐν τούτοις καὶ ἐπίθετον σύνηθες πολέμου τὸ «δυσηχής» ἐν τῷ «αἴ κ' ἐθέλωσι παύσασθαι πολέμοιο δυσηχέος». Ὧπερ ὅμοιον καὶ τὸ πολυηχής πολυηχέος. Ἦν δὲ οὐκ ἔξω ἀναλογίας οὐδὲ τὸ δύσηχος δυσήχου κατὰ τὸ εὔηχος, ἵνα ἦν ὥσπερ ἀτερπής καὶ ἄτερπος, ἅπερ ἄμφω οἶδεν Ὅμηρος, οὕτω καὶ δυσηχής καὶ δύσηχος.] ∆ῆλον δὲ ὡς ἡ τοιαύτη Τρωϊκὴ πρεσβεία οὐ λύει τὴν μάχην εἰς τὸ πᾶν. (ῃ. 377 ς.) Φησὶ γοῦν ὁ ταύτην ὁρίσας Πρίαμος «ὕστερον αὖτε μαχεσσόμεθα, εἰς ὅ κε δαίμων», ἤγουν τύχη ἢ μοῖρα, «ἄμμε», Ἀχαιοὺς δηλαδὴ καὶ Τρῶας, «διακρίνῃ, δῴη δ' ἑτέροισί γε νίκην», ὃ καὶ πρὸ βραχέων πέφρασται. Καὶ ὅρα τὸ διακρίνειν. Οἱ μὲν γὰρ πολεμοῦντες κρίνονται Ἄρηϊ, ἤγουν συγχέονται, συγκέκρανται 2.479 ἀναμεμιγμένοι, οἱ δὲ παυσάμενοι μάχης διακέκρινται χωρὶς ἀλλήλων γενόμενοι. Τὸ δὲ εἰσόκε πολλαχοῦ κεῖται ἀντὶ τοῦ ἕως οὗ, τουτέστιν εἰς ὅ, χρονικὸν διάστημα. (ῃ. 380) Ὅτι τέλη τὰ στρατιωτικὰ λέγει τάγματα, ὡς καὶ ἀλλαχοῦ κεῖται. Φησὶ γὰρ «δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν», [ὅπερ ἐχόμενον τοῦ «δόρπον ἕλεσθε κατὰ στρατόν, ὡς τὸ πάρος περ», ἔχει τι καὶ διασαφητικὸν ἐκείνου. Τὸ γὰρ «ἐν τελέεσσιν» ἑρμηνευτικόν ἐστι τοῦ πάρος καὶ τοῦ κατὰ στρατόν. οὐ γὰρ μονὰξ ἐδόρπουν, ἀλλὰ στρατευτικῶς κατὰ ἴλας καὶ τάγματα, ὡς καὶ νῦν δηλαδὴ ποιήσουσιν.] Ὅτι δὲ καὶ τὸ πέρας παντὸς πράγματος τέλος λέγεται καὶ ἡ ὑπεροχικὴ ἀξία ὡς τὸ «τοῖς ἐν τέλει βεβῶσι πείσομαι», [καὶ τὸ «χρὴ κλύειν τῶν ἐν τέλει»,] καὶ ὡς θεία λέξις ἐστί ποτε, καθὰ καὶ ἡ μυστηριώδης τελετή, οὐκ ἄδηλόν ἐστι. [Σοφοκλῆς δὲ καὶ τὰς στρατιωτικὰς παντευχίας ἐν Ἀντιγόνῃ «πάγχαλκα τέλη» λέγει διὰ τὸ τελεωτέρους ἴσως ποιεῖν τοὺς ἔχοντας αὐτήν, εἰ μή τι ἄρα καὶ ἐκεῖ οὕτως ἐκάλεσε τὰ ὁπλιτικὰ τάγματα.] (ῃ. 384) Ὅτι τὸ «μετεφώνεεν ἠπύτα κῆρυξ», ὅ ἐστι φωνητικός, τρόπος ἐστὶν ἐτυμολογικός. Κῆρυξ τε γὰρ ἀπὸ τοῦ γαρύειν λέγεται, ὅ ἐστι φωνεῖν, καὶ 2.480 ἠπύτης ἀπὸ τοῦ ἠπύειν. καὶ τὸ μετεφώνεε δὲ τούτοις ἐστὶ σύστοιχον. Ἐπὶ λογικῶν δὲ μόνων τὸ ἠπύειν, ὡς καὶ τὸ αὐδᾶν καὶ ἐννέπειν, ὅ ἐστι λέγειν, ἐξ οὗ τὸ ἠπύειν καὶ ∆ωρικῶς ἀπύειν. Ἐκ δὲ τοῦ ἠπύειν καὶ ὁ βριήπυος Ἄρης καὶ ὄρος Θρᾳκικόν, Ἤπυτον, ἔνθα, φασί, Πρωτεὺς ἀναβὰς φονευθέντων τῶν παίδων ἤπυε θεοῖς ἀποκαταστῆναι εἰς Αἴγυπτον. Καθὰ δὲ ἱππότης ἱππότα, ἱππηλάτης ἱππηλάτα, οὕτω καὶ ἠπύτης ἠπύτα, πρὸς χρησιμότητα μέτρου δακτυλικοῦ ἐξαλλαχθέντος ἐν τούτοις τοῦ τελευταίου ἀχρήστου τοῖς ἡρωΐζουσιν ἀμφιμάκρου εἰς δάκτυλον. (ῃ. 386-8) Ὅτι ἀγγέλου συνετοῦ προοίμιον τό· ἠνώγει ὁ δεῖνα «εἰπεῖν, αἴ κέ περ», ἤγουν εἴπερ, «ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, μῦθον» τοῦ δεῖνος, τοῦ εἵνεκα τόδε γέγονε. Καὶ ὅρα τὸ «φίλον καὶ ἡδύ», ἴσως μὲν ἀδιάφορα ὄντα κατὰ τὸ «ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο», τὸ πρὸ ὀλίγων ῥηθέν, ἴσως δὲ καὶ διαφέροντα. πολλὰ γὰρ φίλα μέν εἰσι κατὰ περιπέτειάν τινα, οὐχ' ἡδέα δέ, οὐκ ὀλίγα δὲ καὶ ἡδύνουσι μέν, οὐ φιλοῦνται δὲ πάντῃ ἁπλῶς. καὶ αὐτῇ δὲ τῇ μάχῃ καὶ τῷ πολέμῳ διαφορά τις παρὰ πολλοῖς ἐντεθεώρηται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. (ῃ. 388 ς.) Ὅτι παραπρεσβεύειν δοκεῖ ὁ Ἰδαῖος, ἐν οἷς Ἀλεξάνδρου εἰπόντος «κτήματα ὅσσ' ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ πάντ' ἐθέλω δόμεναι καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι», αὐτὸς λέγει, ὅτι κτήματα πάντα ἐθέλει δώσειν Ἀλέξανδρος, ὅσα ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδε. Ἐκεῖνος γὰρ οὐ μόνον ἐξ Ἄργους, ἀλλὰ καὶ ἀπὸ Σιδῶνος, ὡς προείρηται, τυχὸν δὲ καὶ ἄλλοθεν, ἠγάγετό τινα εἰς τὴν Ἴλιον. (ῃ. 392 ς.) Ἔτι δὲ καὶ ἐν οἷς λέγει ὁ αὐτὸς κῆρυξ, ὅτι Ἑλένην οὔ φησι δώσειν, ἦ μὴν Τρῶές γε κέλονται, ψεύδεται. οὐ γὰρ φαίνονται οἱ Τρῶες κελεύσαντες ἀποδοῦναι τὴν γυναῖκα. Ἔστι δὲ πρὸς μὲν τοῦτο εἰπεῖν, ὅτι τε κατὰ τὸ σιωπώμενον νοητέον, ὡς καὶ οἱ Τρῶες ἠναντιώθησαν τῷ Ἀλεξάνδρῳ, καὶ ὅτι τοῦ ῥήτορος Ἀντήνορος ἀποδοῦναιτὴν Ἑλένην δημηγορήσαντος καὶ μηδενὸς ἀντειπόντος δοκεῖ τὸ πλῆθος τοῖς τοῦ Ἀντήνορος λόγοις συντίθεσθαι, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς τοῦ ∆ιομήδους μόνου δημηγορήσαντος κοινοποιεῖται ὁ λόγος τοῖς Ἕλλησι μηδὲν ὅλως λαλήσασι.