196
δικαιοσύνην χορηγῆσαι τοῖς οἰκοῦσι τὴν γῆν. Καὶ ἡ γῆ δὲ, φησὶ (λέγων τοὺς κατοικοῦντας τὴν γῆν), ἡ πρὶν ἔρημος, ἀνανεούσθω φέρουσα θεοσεβείας καρποὺς ἔλεος καὶ δικαιοσύνην. Ταῦτα δὲ ἔσται τοῦ σοῦ κτίστου προστάξαντος. Τῷ γὰρ ἐξ οὐκ ὄντων παραγαγόντι σε δυνάμει ποιητικῇ ῥᾷστον ἀνανεῶσαι τὸ δημιούργημα. Τινὲς δέ φασιν ὡς δὴ συνήθως ἡ Γραφὴ ἐκ τῶν κατὰ μέρος εἰς τὸ καθόλου τὸν λόγον ἀνήγαγεν. Εἰπὼν γὰρ τὰ κατὰ Κῦρον, καὶ Βαβυλῶνα, καὶ τὴν ἐπάνοδον, ἐπὶ Χριστὸν μετάγει τῶν εἰρημένων τὴν ἔννοιαν, ὃς ἀπεστάλη παρὰ τοῦ Πατέρος κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ νεκροῖς ἀνάβλεψιν, καὶ τοὺς σειραῖς ἁμαρτημάτων κατεσφιγμένους ἐξελέσθαι τῆς τοῦ Σατανᾶ τυραννίδος, παλινδρομεῖν τε παρασκευάσαι πρὸς ἑαυτὸν, ὃς τὸν ἑαυτοῦ ναὸν, τὴν Ἐκκλησίαν ἀνήγειρεν, παραστήσας ἑαυτῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. ∆ι' ὧν οὖν ἔπραξεν Κῦρος, ὡς διά τινος εἰκόνος τὰ πᾶσι δεδωρημένα σημαίνεται, ἐφ' οἷς εὐφραίνεται καὶ τὰ οὐράνια πνεύματα, εἴ γε χαίρουσι καὶ ἐφ' ἑνὶ μόνῳ μετανοοῦντι ἁμαρτωλῷ, ἃ καὶ νεφέλας καλεῖ, δι' ὧν αἱ τοῦ ἁγίου Πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην εἰς τὰς τῶν πιστευόντων ψυχάς. Ἢ καὶ τοὺς μυσταγωγοὺς τοὺς ὄντας ἐπὶ τῆς γῆς αἱ νεφέλαι σημαίνουσιν, οἳ περιφοιτῶντες τὴν γῆν, τὸν ἱερὸν ἅπασι κατεσκέδασαν λόγον κατάρδοντες τὰς τῶν διψώντων ψυχὰς πρὸς εὐκαρπίαν πνευματικὴν ἀπηλλαγμένας τῶν τοῦ διαβόλου σπερμάτων, ὧν ὁ καρπὸς οὐδεὶς ἦν, ὁ ποιῶν χρηστότητα οὐκ ἦν ἕως ἑνός. Καρποὶ δὲ τοῦ Πνεύματος ἔλεος, τοῦτ' ἔστιν ἀγάπη, πλήρωμα νόμου τυγχάνουσα, τὴν εὐαγγελικὴν ἔχον συνεζευγμένην δικαιοσύνην. Εἰ μήτις λέγοι δικαιοσύνην ἐκ γῆς ἀνατείλασαν αὐτὸν εἶναι Κύριον, δι' οὗ ἠλεήθημέν τε καὶ 2421 δεδικαιώμεθα. Περὶ οὖ φησι καὶ ∆αβίδ· "Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς." Ἐκ γῆς γὰρ εἶχε τὴν σάρκα μὴ κατελθοῦσαν ἐξ οὐρανοῦ. θιζʹ. 9Ἐγώ εἰμι Κύριος ὁ κτίσας σε, ποιῶν βελτίω, κατεσκεύασα ὡς πηλὸν κεραμέως. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρα; Οὐαὶ ὁ λέγων τῷ πατρὶ, Τί γεννήσεισ9; κ.τ.λ. Ἐπιτιμᾷν ὁ λόγος δοκεῖ τοῖς μετὰ τοσαύτην ἐπαγγελίαν τὴν περὶ τῆς ἀνακλήσεως μὴ προστρέχουσι τῷ Θεῷ, καὶ ὡς πάντων ὄντι Θεῷ κατὰ καιρὸν παιδεύοντι τὸν λαὸν, καὶ πάλιν ἀναλαμβάνοντι, βελτίω τε τὸν ναὸν καὶ τὴν πόλιν κατασκευάζοντι δίκην κεραμέως τὰ συντριβέντα πάλιν ἀνανεουμένῳ, καὶ τῶν πρώτων κρείττω δεικνύντι τὰ δεύτερα. Τὴν αὐτὴν λαβὼν Θεὸς καὶ πρὸς Ἱερεμίαν εἰκόνα προσέθηκεν· "Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ἰσραήλ;" καὶ νῦν δέ φησι διὰ τοῦ παρόντος προφήτου, ὅτι βέλτιον κατεσκεύασα, νῦν ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. Ἀντὶ δὲ τοῦ ποιῶν βέλτιον κατεσκεύασα, Σύμμαχος ἔφησεν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; ὁ Θεοδοτίων, ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν. Ἐγὼ γὰρ, φησὶν, ὁ τοὺς οἰκοῦντας τὴν γῆν γεωργῶν μετέπλασα τὸν λαόν. Μὴ οὖν ἐναντιοῦσθε ταῖς ἐμαῖς οἰκονομίαις, ὡς οὐδὲ πηλὸς κεραμεῖ. Πηλοῦ γὰρ λόγον ἐκ γῆς πλασθέντες ἔχομεν ὡς πρὸς κεραμέα τὸν πάντων ∆ημιουργόν. Πᾶς μὲν οὖν ἐναντιούμενος ταλανίζεται, ἐξαιρέτως δὲ ὁ Πατέρα λαχὼν τὸν Θεὸν αὐτῷ τε λαὸς ἀνακείμενος. Οὐαὶ γὰρ ὁ λέγων τῷ πατέρι αὐτοῦ, Τί γεννήσεις; ἢ κατὰ Σύμμαχον, Τί ἐγέννησας; Οὐ παύονται γάρ τινες ἐγκαλοῦντες Θεῷ· Τί γὰρ ἔδει τούτου τοῦ βίου; Τίς ἡ τούτου διοίκησις; καὶ τίς ἐκείνων ἡ χρεία; ἐχρῆν δὲ οὕτω γεγενῆσθαι. Εἶτά φησιν· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. ∆ιὰ μὲν τῶν υἱῶν σημαίνων τὴν νοερὰν οὐσίαν καὶ λογικήν. ∆ιὰ δὲ τῶν ἔργων, τὰ μέρη τοῦ κόσμου. Εἰ μὲν γὰρ ἔχεις τι, φησὶν, εἰπεῖν, εἰς τούτων διόρθωσιν, λέγε. Εἰ δὲ μαθεῖν τις ἐθέλει περὶ αὐτῶν, διὰ τῶν ἐμῶν ἐρωτάτω με προφητῶν, καὶ γνώσεται τίνα τρόπον πάντα διέπω κηδόμενος. Τίνα γὰρ ἔχει μέμψιν ἀνθρώπου δημιουργία; ποῖον δὲ κάλλος ἢ μέγεθος οὐρανὸς οὐ παρέρχεται; τί δὲ μὴ