197
πρὸς χρείαν ἐγένετο; Γῆ μὲν οἴκησιν ἀνθρώπῳ, καὶ φυτὰ, καὶ ζῶα πρὸς τὴν αὐτοῦ χρῆσιν, παρέχουσα. Οὐρανοῦ δὲ ἄστρα νῦν μὲν αὐτῷ δᾳδουχοῦντα· νῦν δὲ πάλιν ἐν ἁρμονίῳ κινήσει σημεῖα καὶ χρόνους ἀποτελέσαι δυνάμενα. Πρὸς δὲ τοῖς ἄλλοις καλοῖς, Ἤγειρα καὶ διὰ τὸν ἐμὸν 2424 λαὸν βασιλέα, ἢ Κῦρον, λέγων, οὗ, φησὶν, αἱ ὁδοὶ εὐθεῖαι. Ἢ κατὰ Σύμμαχον, καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. Καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου. ∆υνάμει γὰρ αὐτὸς αὐτὸν ᾠκοδόμησεν ἐπιτρέψας τοῖς ἐθέλουσιν ἀνιέναι, καὶ τοῦτο ποιεῖν μετὰ δώρων τούτους ἀφείς. Ἢ Ζοροβάβελ ἐκ ∆αβὶδ ἕλκοντα τὴν γονὴν, ὃς ἡγησάμενος τῶν ἀνελθόντων ᾠκοδόμησε τὸν ναόν. Περὶ οὗ φησιν· "Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν." Οἰκειότερον δ' ἂν ἐπὶ Χριστοῦ λαμβάνοιτο, ὃς καί φησιν· "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ." Οὗπερ ἀληθῶς αἱ ὁδοὶ εὐθεῖαι. Καὶ τὴν ἀληθινὴν αὐτὸς ᾠκοδόμησε πόλιν, λέγων· "Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Ἥτις ἐκ λίθων συνέστηκε ζώντων, ἀκαθαίρετός τε, καὶ ἀπὸ ἀνατολῶν εἰς δυσμὰς παρατείνουσα ἠλευθέρωσέν τε τῆς ἐκ διαμόνων δουλείας, καὶ ταῦτα προῖκα, κατὰ τὸ, "Χάριτί ἐστε σεσωσμένοι." Τὰ γὰρ κατὰ Κῦρον, ἢ Ζοροβάβελ ἱστορικὰ, σύμβολα τῶν ἀληθῶν ὑπῆρχεν. Ἑπὶ Χριστοῦ γὰρ μᾶλλον ἁρμόσει τὸ, Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρω. Κατὰ γὰρ τὴν πρόχειρον λέξιν, οὔτε Χριστὸς Κυρίους, Πέρσης ὢν ὑπῆρχεν ὁ Κῦρος, οὔτε τὴν πόλιν ᾠκοδόμησεν, πλὴν τῆς τῶν θεμελίων ἀρχῆς. Εἶτα διέμεινεν ἔρημος μέχρι τῆς βασιλείας ∆αρείου. Καὶ τὰ ἑξῆς δὲ μᾶλλον τῷ Χριστῷ ἤπερ Ζοροβάβελ ἁρμόσει καὶ κύρῳ, ἐν οἷς Αἴγυπτόν φησι κεκοπιακέναι, δι' αὐτῆς δηλῶν τοὺς ὅσοι πάλαι διὰ τῆς εἰδωλολατρείας ἦσαν δεδουλωμένοι τοῖς δαίμοσιν. Ἐπὶ δὲ σὲ τὸν προφητευόμενον βασιλέα καὶ πᾶν ἔθνος διαβήσεται βάρβαρον. Σαβὰ γὰρ ἔθνος Αἰθιοπικὸν, οὗπερ ἡ βασίλισσα πρὸς Σολομὼν παρεγένετο. Τέλος δὲ τούτοις ἀγαθὸν τὴν Χριστοῦ προαγορεύει προσκύνησιν, ὃς καὶ Θεὸς ἦν, καὶ Θεὸν εἶχεν ἐν αὑτῷ, ὅπερ οἱ προσκυνοῦντες ἠγνόουν τὸ πρότερον. Αὐτὸς δὲ καὶ τοῦ Ἰσραὴλ ὁ Σωτήρ. Τὸ γὰρ Ἰησοῦς ὄνομα τοῦτο δηλοῖ. Τούτων δὲ προσκυνούντων οἱ ἀντικείμενοι καταισχύνονται ἐκ περιτομῆς τε καὶ ἐθνικοὶ κατὰ καιροὺς τὴν Ἐκκλησίαν διώξαντες. Μηδὲν γὰρ μειώσαντες ηὔξησαν. Ὁ δὲ Θεοδοτίων ἐξέδωκεν· Πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. Καὶ Ἀκύλας, ἰσχυρὸς. ἔφησεν. Ἀντὶ δὲ τοῦ· οὐκᾔδειμεν, ὁ μὲν Θεοδοτίων καὶ Σύμμαχος, κορυφαῖος. Ὁ δὲ Ἀκύλας, ἀποκρυπτόμενος· τὸ ἀπόκρυφον τῆς τοῦ Χριστοῦ θεολογίας ἐμφήναντες. Ἀκολούθως δὲ τῇ περὶ Χριστοῦ προφητείᾳ καὶ τῶν αὐτοῦ μέμνηται μαθητῶν. Αὐτοὶ γὰρ ἦσαν Ἰσραὴλ ὁ σωζόμενος, δι' ὧν τὰς νήσους ἀνεκαίνισεν Ἐκκλησίας, οἷς ἁρμόσει καὶ τὸ, Οὐκ αἰσχυνθήσονται 2425 τοσοῦτον ἔργον πανταχοῦ τῆς οἰκουμένης ἀνύσασιν; Τινὲς δὲ οὕτως ἄνωθεν ἐξηγήσαντο· Τὴν αἰτίαν δίδωσι δι' ἣν ἐνηνθρώπισε λέγων· Ἐγώ εἰμι ὁ κτίσας σε. Τὸ δὲ εἰμὶ, τὴν ἀληθῆ παρέστησεν ὕπαρξιν, καὶ τὴν ὄντως οὖσαν ζωήν. Ἔκτισα δέ σε ἐπ' ἀφθαρσίᾳ, θάνατον μὴ ποιήσας, οὐδέν τε ζῶον ἐπὶ γῆς ἀπέδειξα παραπλήσιον· σὲ γὰρ μόνον ὡς κεραμεὺς χερσὶν ἰδίαις διέπλασα τῇ ἐμῇ τιμήσας εἰκόνι πρὸς τῇ πλάσει τοῦ σώματος. Περὶ οὗ καὶ πρὸς Ἰὼβ ἔφασκεν· "Ἦ σὺ λαβὼν ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;" Καὶ ∆αβὶδ δέ φησιν· "Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους." Εἶτα τοῖς ἐξ Ἰσραὴλ ἐγκαλοῦσιν αὐτῷ τὴν ἐκ τῶν νομικῶν τύπων ἀπαλλαγὴν πρὸς ἀληθείας μετάθεσιν, ὀνειδίζει. Ἔλεγον γὰρ, "Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἔλυε τὸ Σάββατον." Ἀροτριᾷ γάρ τις, φησὶν, οὐχ ἵνα μόνον ἀροτριάσῃ· ἐκ δὲ τῶν καταβαλλομένων σπερμάτων καρποὺς προσδεχόμενος. Κἀγὼ τοίνυν ὑμᾶς, ὡς γῆν ὑλομανοῦσαν διὰ τὴν εἰδωλολατρείαν, τῷ Μωσέως ἠροτρίασα νόμῳ, τῷ ἐμῷ προευτρεπίζων Υἱῷ τὴν τῶν ἀγαθῶν σπερμάτων καταβολήν. Τί οὖν διὰ παντὸς τὸν ἀρότην στέργετε νόμον, ὅτε καιρὸς τῆς δι' ὕδατος καὶ πνεύματος ἀναπλάσεως; πρὸς