198
ἣν ὑπείκοντας ὑμᾶς οὐκ ἔχω, μηδὲ τὸν πηλὸν ὁρῶντας τοῦ κεραμέως, ὡς ἐκείνου πλάττεταί τε καὶ μεταπλάττεται νεύματι, μηδὲν τὴν δημιουργικὴν μεμφόμενον χεῖρα, ὡς τῆς ἀναπλάσεως ἐπιστήμην οὐκ ἔχουσαν; ἀλλ' οὐδὲ ὁ τεχθήσεσθαι μέλλων πυνθάνεται τοῦ Πατέρος εἰ ἄρα γεννήσει. Τί οὖν ὑμεῖς μὴ τῷ πάντων παραχωρεῖτε ∆ημιουργῷ τὸν τρόπον εἰδέναι τῆς ἀναπλάσεως, περὶ ἧς λέγοντος τοῦ Χριστοῦ Νικόδημος ἔλεγεν· "Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητέρος αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Εἰ ἐπετίμησεν οὗν, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ, καὶ μήπω τις τεχθεὶς ἐπύθετο τοῦ πατέρος τί τέξεται· ἐρωτήσατε καὶ ὑμεῖς οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες, τίνα τοῦτο γενήσεται τρόπον. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Ἀντὶ τοῦ, διατάξατε πῶς ποιητέον, ὡς ἀγνοοῦντι. Σιγῇ ἄρα μετὰ Παύλου ῥητέον· "Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!" καὶ τὰ ἐφ' ἑξῆς, ἑτέρας λέγειν παραγγελλούσης Γραφῆς· "Ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν." Οἶδεν γὰρ μεταποιεῖν, καθὰ διὰ τοῦ Ἰεζεκιήλ φησιν, ὅτι "Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος." ∆ιὸ καὶ τὴν ἰδίαν ἐπιδεικνύμενος δύναμιν, Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ὁ γὰρ κτίσας καὶ ἀνακτίσαι δυνήσεται. χεῖρα δὲ πάλιν φησὶ, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν Υἱόν. "Τῷ Λόγῳ γὰρ Κυρίου 2428 οἱ οὐρανοὶ ἐστερεώθησαν," ὃς καὶ τοῖς ἄστροις ἐνετείλατο διατάξας τὸν μὲν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας, νυκτὸς δὲ τὴν σελήνην. ∆ιό φησιν ὁ ψαλμός· "Ὁ ἤλιος ἔγνω τὴν δύσιν αὐτοῦ." Καὶ πάλιν· "Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην." Τὴν δὲ τῶν φθασάντων ἔννοιαν τὰ μετὰ ταῦτα δηλοῖ, δι' ὧν ὁ Χριστὸς Βασιλεὺς δικαιοσύνης κηρύττεται ὑπάρχων αὐτόχρημα δικαιοσύνη. Καὶ ἀλλαχοῦ γάρ φησιν· "Ἰδοὺ δὴ βασιλεὺς δικαιοσύνης βασιλεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν." Φύσει γὰρ ὢν σὺν τῷ Πατέρι βασιλεὺς τοὺς ἀποστάντας αὖθις ὑπέταξε σαρκωθεὶς, ὁδοὺς ἔχων εὐθείας τὰ τῶν Εὐαγγελίων θεσπίσματα. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτοῖς. Τὸ δὲ τραχὺ τῶν νομικῶν ἐκπέφευγεν ἐνταλμάτων. Τεθεμελίωκε δὲ τὴν Ἐκκλησίαν αὐτὸς ὢν θεμέλιος, Ἐφ' ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα ὡς λίθοι πολυτελεῖς, εἰ ναὸν ἅγιον, εἰ κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, ὃς οὐ μετὰ δώρων τὴν ἡμετέραν αἰχμαλωσίαν ἐῤῥύσατο. "Οὐ γὰρ φθαρτοῖς, φησὶν, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ." Οὐκ ἐσμὲν οὖν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου. Περὶ δὲ τοῦ Χριστοῦ προειπὼν, ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ, εὐθέως ἐπήνεγκε τίνες οἱ κληθησόμενοι, δεῖγμα τῶν εἰδωλολατρῶν τοὺς ἄκρους ἐν ταύτῃ λαβὼν εἰς ἔνδειξιν τῆς τοῦ σεσωκότος δυνάμεως. Ἀπεστάλη μὲν γὰρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς δὲ ἀπελάκτισεν ὁ ἠγαπημένος ἀποκτείνας αὐτὸν, ἐπέλαμψεν αὐτίκα τοῖς ἔθνεσιν. Αἰθιόπων δέ, φησιν ἐμπορίαν, τὰς Θηβαίων πόλεις, οἷς ὅμοροι Σαβαείμ. Ἐκοπίασαν δὲ πικροῖς τυράννοις δουλεύοντες, εἰς θυσίας αἰτοῦσιν υἱοὺς αὐτῶν καὶ θυγατέρας· ἤγουν τὸ εὔτονον αὐτῶν τῆς ἀσεβείας ἐνέδωκεν ἡττηθὲν εἰς εὐσέβειαν. ∆ιελύθη γὰρ ὅσον εἶχον πρὸς ταύτην ἐνστατικόν. "Οὗ γὰρ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις," πανταχοῦ καθιδρυμένων ἐν τούτοις ἐκκλησιῶν, τοσούτων τε παρ' αὐτοῖς ὁρωμένων μοναστῶν καὶ παρθένων πόνοις ἐναθλούντων ἀσκήσεως. Ὑψηλοὺς δέ φησιν αὐτοὺς, ὡς ἐπισήμους ἐν δυσσεβείᾳ. Χειροπέδας δὲ τὰ δεσμὰ τῆς ἀγάπης καλεῖ, καὶ τὰς τῆς φιλοθεΐας σειρὰς, ὡς λέγειν· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ," εἰς ὃν ἔρχεται πᾶν πέρας Εὐχῆς; Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ τοῦ Πατέρος τὰ αἰτήματα, ὃν ἔχων ἐν ἑαυτῷ, Θεὸς ὁμοίως ἐστὶν, καθά φησιν· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Τὸ δὲ, Ἐν σοὶ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἰσοδυναμεῖ τῷ· "Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος." Μετανοούντων δὲ φωνὴ τὸ, καὶ οὐκ ᾔδειμεν. Οἳ καὶ