199
ὁμολογοῦσιν αὐτὸν Σωτῆρα τοῦ 2429 Ἰσραὴλ, ὡς πάλαι σεσωκότα τὸν Ἰσραήλ· ἤγουν Ἰσραὴλ ληπτέον νῦν τὸν ὁρῶντα Θεόν. "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ." Οἱ δὲ ἀνθεστηκότες αὐτῷ, τὴν αὐτοῦ μὴ ἀδικήσαντες δόξαν, αἰσχύνονται· ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκί. Ἀπὸ δὲ τῶν Αἰγυπτίων καὶ τῶν ὁμόρων, ἐπὶ τὸ καθόλου τῶν ἐθνῶν τὸν λόγον ἀνήγαγε, νήσους καλῶν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας τῶν ἐγκεκαινισμένων εἰς καινότητα ζωῆς, ἀποθεμένων τὴν παλαιότητα, Παύλου προστάττοντος· Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Καὶ πάλιν· Ἀνακαινοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Ἐγκαινισμὸς οὖν τὰ καθ' ἡμᾶς, "Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις." Τινὲς δὲ ἀπὸ τοῦ, μὴ ὁ ἀροτριῶν, οὕτως ἐξηγήσαντο· Παραβολικῶς προτρέπεται αὐτοὺς δικαιοσύνης φέρειν καρπούς. Θέλετε γάρ με, φησὶ, μόνον ἀροτριᾷν ὑμῶν τὰς ψυχὰς, καρπὸν μηδένα παρέχοντες. Εἶτα παιδεύει αὐτοὺς τοῖς τοῦ Θεοῦ περὶ τῶν ἐθνῶν εἴκειν βουλεύμασι, μήτε πηλοῦ ἀνθισταμένου τῷ πλάστῃ, μήτε τέκνου πατέρα κωλύοντος ἢ μητέρα σπεύδοντας πρὸς ἄλλων υἱῶν παιδοποιίαν, μηδὲ μέμψιν ἐπὸ τούτῳ προσάγοντος. Ὁ ποιήσας δὲ, φησὶ, τὰ ἐπερχόμενα διὰ τῆς προγνώσεως, δυσωπῶν αὐτοὺς εἰς κατανόησιν τῆς ἰδίας δυνάμεως. Ἔστω γὰρ, φησὶ, ποιοῦντι ὑμᾶς καὶ πλάττοντι οὐ παρηκολουθεῖτε τῇ γνώσει· μὴ καὶ προαγορεύοντι τὰ μέλλοντα ἀπιστήσετε; κατὰ μέρος μὲν γὰρ γίνεται τὰ γινόμενα· ἀθρόα δὲ αὐτῷ ἡ γνῶσίς ἐστι παρ' ἐμοί. Πλὴν μὴ ἀπογνῶτε τὴν σωτηρίαν, ὡς ἄν με λαθεῖν ἁμαρτάνοντες μὴ δυνάμενοι. Κρείττους δὲ γεγονότες ἐμοὶ τὰ καθ' αὑτοὺς ἐπιτρέψατε. Οὐ γὰρ δέομαι τῆς ἐξ ὑμῶν ὑπομνήσεως, ὡς ἂν ὄντας ἐμὰ ποιήματα καὶ εἰς υἱοὺς καὶ θυγατέρας λελογισμένους ἀξιῶσαι προνοίας. Οὐδὲ γὰρ ἐμαυτῷ τὸν οὐρανὸν ἐποίησα καὶ τὴν γῆν, εἰς δὲ χρείαν ὑμετέραν. Καὶ γινομένων ἀστέρων ἐθαύμαζον ἄγγελοι. Πάντων οὖν ὑπ' ἐμοῦ κυβερνωμένων, οὐδὲ τὰ ἐπὶ γῆς τὴν ἐμὴν ἐκφεύγει διοίκησιν. Τοιγαροῦν καὶ Κῦρος. ὑπ' ἐμοῦ κινηθεὶς, οὐκ αὐτὸς ὢν εὐσεβὴς, τὰ καθ' ὑμᾶς διορθώσεται. Ἐπεὶ καὶ πρότερον ὑμᾶς ἐξ Αἰγύπτου, φησὶν, ἠλευθέρωσα, καὶ ταῖς ἐμαῖς ἀπείρηκε μάστιξιν. Ὑμεῖς δὲ πάλιν ἁμαρτάνοντες οὐκ ἐπαύεσθε καὶ ματαιοπονοῦντες ἐπὶ ταῖς ἑαυτῶν ἐμπορίαις. Ἀλλ' ὅμως ἐμὲ πιστεύσαντες ἕξετε πάντας ὑποσόνδους τοὺς ἐνδόξους, καὶ φρονήματος γέμοντας, καὶ ἀγάπης δεδεμένοι δεσμοῖς καταντήσουσιν εἰς Ἱερουσαλὴμ, ὡς εἰς θεοσεβείας διδασκαλεῖον, καὶ μακαριοῦσιν ὑμᾶς, ὡς Θεῷ τῷ μόνῳ λατρεύοντας, ὃν ἠγνόουν αὐτοί. Ὑμῶν δὲ πρὸς μετάνοιαν ἀμελούντων, ὁ μονογενής μου παρέσται Υἱὸς Ἱερουσαλὴμ γενόμενος καὶ Ἰούδας, ἐν ᾧ προσεύξονται, οὗ σφραγῖδι καὶ 2432 ἄνδρες πονηροὶ καὶ δαίμονες ἡττηθήσονται. Ἱστορικῶς δὲ καὶ ἐπὶ Κύρου ληπτέον, ᾧ πᾶς ἐναντιούμενος αἰσχυνθήσεται. Καὶ ἐπὶ τοῦ Ἰσραὴλ, ὡς ἐπανελθόντες ἐκ τῆς αἰχμαλωσίας τοὺς ἀντιστατοῦντας νικήσουσιν. Εἶτα νήσους εἰπὼν, δηλοῖ καὶ τὴν Ἱερουσαλὴμ συνεχομένην ὑπὸ τῶν αὐτὴν περικυκλούντων ἐθνῶν περικλυζομένην τε, τῶν οἰκητόρων τοῖς ἁμαρτήμασιν ζηλούντων ἀεὶ τὴν τῶν περιοικούντων ἀσέβειαν. Προηγουμένως οὖν αὐτὴν ἀνακαινισθῆναι προτρέπεται. Ἤδη δὲ καὶ πάντα τόπον ἐθνῶν τὴν τοῦ Θεοῦ λαβόντας ἐπίγνωσιν. Εἰ γὰρ ὁ τοσούτων ἀξιωθεὶς Ἰσραὴλ καὶ χρηματίσας υἱὸς ἀποστὰς Θεοῦ, φιλανθρωπίας ἠξίωται· πόσῳ μᾶλλον ὑμεῖς οἱ τῶν θείων ἀνήκοοι νόμων; νῆσος δὲ καὶ πᾶσα ψυχὴ περικλυζομένη ταῖς ἡδοναῖς ἁλμυραῖς τε φαντασίαις τοῦ βίου. Ἥτις ἐπιγνοῦσα Θεὸν καὶ παυσαμένη τοῦ πλημμελεῖν, ἀνακαινισθήσεται τὰς ἑαυτῆς ἀναλαβοῦσα δυνάμεις, καὶ παλαιὰν ζύμην ἀποθεμένη, γεγονυῖά τε πάσης αἰσχύνης ἐκτὸς, τοῦ Χριστοῦ τὴν μόρφωσιν περιφέρουσα. ιηκʹ. 9Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν. Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ9, κ.τ.λ. Ἀκολούθως