προφητεύσεις· εἰς δὲ Βαιθὴλ οὐκ ἔτι μὴ προσθῇς προφητεῦσαι, ὅτι ἁγίασμα βασι- λέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστίν.9 Ἀναισχυντεῖ λοιπὸν ἐναργῶς, καὶ τοῖς θείοις ἀντεξάγει λόγοις τῆς ἑαυτοῦ βασκανίας τὴν ἔνδειξιν· ὁρῶντας μὲν γὰρ τοὺς προφήτας ἐκάλουν, πλὴν οὐκ ἀξιώσας οὐδὲ τῷ τῆς προφητείας ὀνόματι κατασεμνύνειν αὐτὸν, ἀλλ' οἱονείπως ὡς τῶν ψευδομάντεων ἕνα διαβεβληκὼς, ἐκχωρεῖν ἐκέλευεν εἰς γῆν Ἰούδα. προστιθεὶς δὲ τὸ Ἐκεῖ καταβίου, μονονουχί φησιν Εἰ λημμάτων αἰσχρῶν ἐφίεσαι, καὶ ἐκ τοῦ κατεπᾴδειν τισὶ ῥημάτια, τὰ πρὸς τὸν βίον χρήσιμα ζητεῖς ἐρανίζεσθαι, τὴν Σαμάρειαν ἀφεὶς λάλει τοῖς ἐκ φυλῆς Ἰούδα, καὶ οὐ προ- φητεύσεις ἐν Βαιθήλ· ἁγίασμα γὰρ βασιλέως ἐστί. τὸ ἁγίασμά φησιν, ἀντὶ τοῦ ἀνάθημα, ἤγουν ἀναθήματος τό- πος. ἐκεῖ γὰρ ἀνέθηκεν ὁ πρῶτος Ἱεροβοὰμ τὴν δάμαλιν τὴν χρυσῆν. ἀναφέρων δὲ ὥσπερ τοῦ Προφήτου τὸ ἔγ- κλημα καὶ εἰς τὴν τοῦ κρατοῦντος τιμὴν, οἶκος, φησὶ, βασι- λείας ἐστί. σὺ δὲ συγχεῖς τὰ βασιλικὰ, θορύβους ἐγείρεις, 1.505 τοῖς τῶν κρατούντων θελήμασι ῥιψοκινδύνως ἀντιτασσό- μενος. ὅρα τοίνυν ἐναργῶς, ὅπως ἐστὶν ἀληθὲς τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν Ἰσραήλ "Καὶ ἐποτίζετε τοὺς ἡγιασμέ- "νους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ "μὴ προφητεύσητε." 9Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην, κνίζων συ- κάμινα. καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς μέ Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. καὶ νῦν ἄκουε λόγον Κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ. διὰ τοῦτο τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.9 Ὅτε τοῖς ἐπιεικέσιν οἱ τῆς φαυλότητος ἐπιτηδευταὶ τὰς ὕβρεις ἐπάγουσι, τοὺς ἰδίους αὐτοῖς ἐγκαλοῦσι τρόπους, καὶ τῶν σφετέρων αἰτιαμάτων τὸ ἀκαλλὲς ἐπάγοντες, ἐμπαρ- οινεῖν οἴονται, διαλελήθασι δὲ σφᾶς αὐτοὺς μονονουχὶ ἐν πίνακι γράφοντες, καὶ ὁποῖοί τινες εἰσὶ καταδεικνύοντες τοῖς ἄλλοις. τοῦτό τι παθόντα νυνὶ τὸν ἀπόπληκτον Ἀμασίαν εὑρήσομεν. ψευδοπροφήτης γὰρ ὢν, καὶ τοῖς τῶν εἰδώλων προσεδρεύων βωμοῖς, κῶλά τε συλλέγων καὶ τῶν σφαζο- 1.506 μένων τὰ λείψανα, καὶ λημμάτων αἰσχρῶν ἀχαλίνως ἡττώ- μενος, κατωνείδιζε τὸν Ἀμὼς, καὶ δεῖν μὲν ἔφασκε τῆς Σαμαρείας ἀποφοιτᾶν, ἐκχωρεῖν δὲ, εἰ βούλοιτο, εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦν. ἐκεῖ γὰρ, φησὶ, ψευδοεπήσεις εὐκόλως, καὶ συναρπάζων πολλοὺς, ἐρανιῇ τὰ πρὸς τὸν βίον, καὶ μᾶλλον εὑρήσεις τὰ ζωαρκῆ. τὸ γὰρ Ἐκεῖ κατα- βίου, τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν. ἀλλ' ὅτι μὴ τοιοῦτος τῷ Προφήτῃ σκοπὸς, μήτε μὴν εἰς φιλοκερδίαν βλέπει, δεσποτικοῖς δὲ μᾶλλον ὑπείκει θελήμασι, ταύτῃτοι τὴν προφήτῃ πρέπουσαν διακονίαν ἀποπληροῖ, πειρᾶται διδάσκειν, καὶ λίαν ἐπιεικῶς, ἐκεῖνο λέγων, ὡς οὔτε προφήτης ἦν, οὔτε μὴν προφήτου γέγονεν υἱὸς, κατὰ μαθη- τείαν δὲ πάντως, ἤγουν κατὰ πνεῦμα, φημὶ, καθάπερ ἀμέλει καὶ Ἐλισσαιὲ τοῦ Ἠλίου, ἀλλ' ἦν μὲν αἰπόλος, ἄγροικόν τε καὶ ἁπλῆν καὶ ἀκάκουργον βιοτεύων ζωὴν, ὀλίγα δὲ παν- τελῶς τὰ εἰς τροφὰς ἔχων, καὶ τοῖς ἐξ ἀγρῶν ἀρκούμενος, ἃ μηδὲ ἂν ἐκπρίαιτό τις· ταῦτα δὲ ἦν συκάμινα. σχολαῖοι γὰρ ὄντες τῶν ποιμνίων οἱ ἐπιστάται, τάς τε τῶν δένδρων σκιὰς ὑποτρέχουσι, καὶ τὰ ἐκ τῆς ἀργίας ἐγκλήματα μο- νονουχὶ διαπαίζοντες, καρποὺς ἀποκνίζουσι καὶ τῆς γαστρὸς τὴν ἀνάγκην, ὡς ἂν ἐνδέχοιτο, θεραπεύουσιν. ἀλλ' ἐμὲ μέν φησιν ἐν τούτοις ὄντα, Θεὸς κατὰ τὸ αὐτῷ δοκοῦν ἐποιεῖτο προφήτην, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ τὰ ἐπ' αὐτοὺς ἥκοντα καὶ ὅσον οὐδέπω παρεσόμενα διατρανοῦν ἐκέλευε· σὺ δὲ τοῖς ἄνω νεύμασιν ἀντεξάγων τὰ σὰ, σιωπᾶν ἐπι- τάττεις. ταύτῃτοι λοιπόν Τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν 1.507 τῇ πόλει πορνεύσει, δῆλον δὲ ὅτι ταῖς τῶν πολεμίων ὕβρεσιν ὑποπίπτουσα, καὶ τὸ