200
ἐπενήνεκται ταῦτα τῷ, "Ἐγκαινίζεσθε πρός με νῆσοι," καὶ τοῖς ἑξῆς. Περὶ γὰρ τῶν Ἐκκλησιῶν καὶ τῶν ἀποστόλων εἰπὼν, ἐποίσει τὸ, Οὐκ ἐν κρυφῇ ὑμῖν λελαλήκατε. Ὡς δὲ πρὸς τὴν τοσαύτην ἐπαγγελίαν τὸ ἀξιόπιστον παρίστησι τοῦ Θεοῦ, καὶ διδάσκει πόσον αὐτῷ τετίμηται τῶν ἀνθρώπων τὸ γένος, ὡς καὶ κλήσεως σωτηρίου τυχεῖν. Καὶ οὐχ ἁπλῶς, Κύριος, φησὶ (πλεῖστοι γὰρ λέγονται ψευδῶς ἐν οὐρανῷ, καὶ ἐν γῇ), ἀλλ' ὁ δι' ὧν ἐποίησεν, ὅπερ ἐστὶ δηλῶν· Οὐρανὸν μὲν εἰς ἀγγέλων διατριβήν· γῆν δὲ τοῖς ἀνθρώποις διαίτημα. Οἵπερ ἠδύναντο εὖ τε ζῇν, καὶ γινώσκειν Θεὸν, ἅτε κατ' εἰκόνα γενόμενοι, κἀπὶ γῆς εἶναι, ὅπερ αἱ νοεραὶ δυνάμεις ἐν οὐρανῷ. Καὶ τὴν γῆν γὰρ δι' αὐτούς φησ κατασκευάσασαν ἔφη, ἵνα κατὰ τό· "Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά·" ὡς οὖν ἐμοὶ τιμίῳ καὶ τὸ τοῦ Εὐαγγελίου δεδώρηται κήρυγμα, πᾶσι τοῦτο δοὺς, ὡς πάντων ∆ημιουργὸς, οὐκ Ἰουδαίοις καὶ μόνοις. ∆ιό φησιν· Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα. Πᾶσι γὰρ τὸ θεῖον Εὐαγγέλιον ἥπλωσα. ∆ιόπερ εἰς πᾶσαν γῆν ἐξῆλθε τῶν εἰρημένων ἀποστόλων ὁ φθόγγος. Τὰ γὰρ Μωσέως λόγια κρυφῆ λελάληται, γλώττῃ μὲν Ἑβραΐδι καὶ χαρακτῆρσι τοιούτοις, ἐν ἀβάτῳ τε ἐρήμῳ καὶ ἀνύδρῳ. 2433 Τὸ δὲ κήρυγμα τὸ Χριστοῦ πάσῃ γλώττῃ λαλεῖται, καὶ πᾶσι γράμμασι γράφεται. Τὸ δὲ οὐκ ἐν κρυφῇ, τοῦτον οἱ πλείους τὸν τρόπον ἑρμήνευσαν, ὡς ἂν μήτις εἴποι· Θεὸς μέν ἐστι καὶ μόνος ἀληθῶς, ἀλλ' ἄδηλον μὴ καὶ ἄλλους ἐθέλει καλεῖσθαι θεούς. Νόμον φησὶ περὶ τούτου διέταξα λάθρα λαλήσας μηδέν. Κατέβη γὰρ ὁ Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ ἐν εἴδει πυρὸς, καὶ σαλπίγγων ἠχὼ, βρονταῖς τε καὶ ἀστραπαῖς, καὶ ἦν ἡ οἰκουμένη πᾶσα μετέωρος, ὑμῶν τε κληθέντων καὶ τῆς Αἰγυπτίων καταδυομένης ἀρχῆς, οὐχ ἵνα ματαίοις δουλεύσητε· μάταιον γὰρ τὸ εἴδωλον εἴρηκε· φανερῶς γὰρ ὑμῖν ἐκήρυξε, "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον." Πολλάκις δὲ τὸ, ἐγώ εἰμι, λέλεκται προτρεπτικῶς, εἰς κατανόησιν τοῦ μόνον Θεοῦ καὶ τὰ πάλαι ποιήσαντος θαύματα. Λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. ∆ιέταττε μὲν γὰρ ὁ νόμος τὰ πρακτέα δικαίως· ᾐνίττετο δὲ καὶ ταῖς σκιαῖς τὴν ἀλήθειαν τὰ ἐν Χριστῷ προτυπῶν. Περὶ αὐτοῦ γὰρ ἐλάλησε Μωσῆς. Καὶ ταῦτα μὲν οὗτοι. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, Οὐκ εἶπον τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Κατὰ δὲ Σύμμαχον, ματαίως ζητήσατέ με. Κατὰ δὲ τοὺς ἄλλους, κενῶς ζητήσατέ με. Τὸ γὰρ Εὐαγγέλιον πρώτοις ὑμῖν ἀνεκήρυξα. Καὶ ὡς ἂν μὴ δόξητε μάτην θεοσεβεῖν, μισθὸν ὑμῖν ζωὴν ἐπηγγειλάμην αἰώνιον, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ Θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον, μετὰ τοὺς ἐκ περιτομῆς, καλῶ πάντας πρὸς ἐμαυτὸν, κήρυγμά τε ποιοῦμαι κοινόν. Συνάχθητε καὶ ἥκετε, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι τῶν ἐθνῶν. Ἀντὶ δὲ τοῦ βουλεύσασθε ἅμα, Σύμμαχος, προσεγγίσατέ μοι, φησὶν, οἱ διαπεφευγότες τῶν ἐθνῶν. Τὸ δὲ συνάχθητε καλοῦντός ἐστιν οὓς ὁ Σατανᾶς διεσκέδασεν. Ἐλθὼν γὰρ ὁ Σωτὴρ θάνατον ὑπέμεινε δι' ἡμᾶς, ἵνα, κατὰ τὸν εὐαγγελιστὴν, καὶ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἓν συνδεθέντας ὁμοψυχίᾳ καὶ πίστει. Καὶ ὡς μακρὰν οὖσιν ἥκει φησί. Θεοῦ γὰρ ἀφίστησι πλάνη. ∆ιὸ καὶ Παῦλός φησιν, "Οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγύς." Καὶ πάλιν, "Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακράν, καὶ εἰρήνην τοῖς ἐγγύς." Καὶ προφήτης δέ φησιν· "Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν·" τὸ δὲ βουλεύσασθε ἅμα, πρὸς τὸ σὺν φρονήσει προσιέναι παρακαλεῖ. ∆εῖ γὰρ πᾶσαν πλάνην ἀρνησαμένους οὕτως προσιέναι Θεῷ νοῦν εὐσεβῆ τῆς πρὶν ἀφροσύνης ἀλλαξαμένους. 2436 Συστρέψαντες οὖν ἑαυτοὺς συνίδετε ὡς ἀνόητοι παντελῶς οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, ὅ ἐστιν ὑψοῦντες ὡς δόξαν αὐτῷ προσάγειν Θεοῦ. Ἤγουν οἱ τὰ ἄψυχα φέροντες, ὡς μὴ κινεῖσθαι δυνάμενα, πῶς ὁδοιποροῦντες, ἢ πλέοντες τὴν παρὰ τούτων αἰτοῦνται βοήθειαν; Εἰ δὲ ἔχουσί τι περὶ τῶν ἰδίων λέγειν θεῶν, προσίτωσαν. Σύνεγγυς γὰρ γεγονότες τὸν ἀληθῆ Θεὸν ἐπιγνώσονται.