201
Οὐ μέγα δεῖγμα τῆς θεότητος τὸ προαγγεῖλαι, ταῦτα διὰ τῶν προφητῶν, ὅπερ οὐκ ἔχουσι ποιεῖν οἱ φενακισμῷ προλέγειν ἐπαγγελλόμενοι δαίμονες, μήτε τὴν Χριστοῦ παρουσίαν προγνόντες, μήτε τὴν ἰδίαν κατάλυσιν; Ἐγὼ δὲ προεῖπον, ἐπὶ δίκαιός εἰμι καὶ Σωτήρ. ∆ικαίω γὰρ λόγῳ πρὸς σωτηρίαν πάντα τὰ ἔθνη καλῶ. Τοῦτο γὰρ δηλοῖ τὸ ἀπ' ἐσχάτου τῆς γῆς. Καὶ δίκαιον ἑαυτὸν ἄλλως καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν ἠδικηκότων τὴν ἡμετέραν φύσιν δαιμόνων, οἳ μηδὲ θυμάτων ἀνθρωπίνων ἀπέσχοντο. Καὶ πῶς οὐ δίκαιος ὁ τοῖς τοσοῦτον ἠδικημένοις ἐπικουρῶν; ὃς καὶ καθόλου προλέγων, ἀδιάπτωτον τηρεῖ τῶν προῤῥηθέντων τὴν ἔκβασιν; Προειπὼν γὰρ Ἀβραὰμ τὴν δουλείαν τε καὶ τὴν ἐλευθερίαν τοῦ γένους, καὶ μήτε Ἀβραὰμ ὑπομνήσαντος (τότε γὰρ οὐδὲ ἦν μήτε τῶν ἐξ αὐτοῦ δικαιοπραγούντων), πρὸς ἔργον ἐξήνεγκε. Καὶ πάλιν δίκαιόν φησιν ἑαυτὸν, τοὺς ἡμαρτηκότας φοβῶν. ∆ικαίου γὰρ ὡς ἀπαραίτητος κόλασις. Καλεῖ δὲ καὶ Σωτῆρα, ὡς ἂν αὐτὸν ἐπὶ σωτηρίᾳ μαθόντες πάντα ποιεῖν αὑτῶν, ὁμολογοῖεν μὲν μετανοοῦντες ἣν ἐκ τῶν δικαίων ὀφείλουσι δίκην· φιλανθρωπίας δὲ τυχόντες, τὴν τοῦ συγχωροῦντος χρηστότητα. "∆ίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ." Τὴν περὶ τῶν ἐθνῶν δὲ δικαιοσύνην μεθ' ὅρκου προΐσχεται, "Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν." Καὶ οἱ λόγοι δέ μου, φησὶν οὐκ ἀποστραφήσονται. Ποῖοι δὲ λόγοι; δι' ὧν ἔλεγεν, Ἐπιστράφητε ἐπ' ἐμὲ, καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Ἐπὶ τίσιν δὲ τὸν ὅρκον ἐπήγαγεν, δηλοῖ λέγων· Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, οὐ τὸ Ἰουδαίων μόνον. Εἰ γὰρ Ἰσραὴλ μετὰ τοσαύτας ἁμαρτίας, χάριτος ἐδεήθη· πολλῷ μᾶλλον ἐπὶ πάντων μέγα ὂν τὸ λεγόμενον ἠπιστεῖτο. ∆ι' ὅπερ ὡς ἀνθρώποις διαλεγόμενος, ὅρκον ἐπήγαγεν, ὡς προσκυνήσουσιν αὐτῷ, καὶ αὐτὸν ὅρκον ποιήσονται, ὅπερ ἐκ μέρους πεπλήρωται κληθέντων τῶν ἐθνῶν. Πληρωθήσεται δὲ τελείως ἐν τῇ συντελείᾳ τοῦ Αἰῶνος, ὅτε πᾶν ἀνθρώπιον φάντασμα καὶ ψεῦδος καταργηθήσεται. Πᾶσα δὲ γλῶσσα ἐρεῖ, ὅτι δικαιοσύνη, καὶ δόξα πρὸς αὐτὸν ἥξει. Τὸ δὲ δόξα, ἰσχὺς ὁ Σύμμαχος εἴρηκεν. Πᾶσαι γὰρ αἱ ἐν οὐρα 2437 νοῖς ἁρεταὶ τέλος αὐτὸν ἕξουσι. Καὶ Πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται, ἀρετῆς καὶ καμάτου γέρα παρέχοντα. Οἱ δὲ διορίζοντες ἑαυτοὺς, αἰσχυνθήσονται. ∆ιὸ λέλεκται· Αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς. Καὶ τοῖς Ἰουδαίοις ἐλέγετο· "Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." Πότε δὲ αἰσχυνθήσονται; Ὅταν πᾶν γόνυ κάμψῃ, μετὰ ταῦτα λέγεται, δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Τὸ δὲ σπέρμα τῶν υἱῶν Ἰσραὴλ. Υἱοὶ γὰρ Ἰσραὴλ, οἳ πρῶτοι τῶν Εὐαγγελίων ἐτύγχανον κήρυκες, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν ἔφη δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι, τῆς υἱοθεσίας ἠξιωμένους, περὶ ὧν, τὸ "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα," προείρηται. Ὅτι δὲ σπέρμα τῶν διδασκάλων οἱ μαθηταὶ, δηλοῖ καὶ Παῦλος λέγων· "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." ΚΕΦΑΛ. Μʹ. αεʹ. 9Ἔπεσε Βὴλ, συνετρίβη ∆αγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ τὰ κτήνη. Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ ἐκλελυμένῳ, καὶ πεινῶντι. Οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν9, κ.τ.λ. Εἰπὼν περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν, καὶ τῆς ἐκλογῆς τοῦ σπέρματος τῶν ὑῶν Ἰσραὴλ, πρὸς Ἰουδαίους ἀποστραφεὶς τὴν παντελῆ σημαίνει τῆς εἰδωλολατρείας καθαίρεσιν. Βὴλ δὲ καὶ Ἕλληνες καλοῦσι τὸν Κρόνον, ᾧ δὴ προσῆγον οἱ πλεῖστοι θυσίαν τὰ φίλτατα. Ὁ δὲ δαγὼν, ἀλλοφύλων ξόανον ἐν Ἀσκαλῶνι καὶ Γάζῃ τιμώμενον, Τῇ δὲ λέξει τῆς ἱστορίας ὁ προφήτης ἐνέμεινεν. Ὡς γὰρ ἡ κιβωτὸς ἁλοῦσα πρὸς αὐτὸν εἰσενήνεκται, συνετρίβη παραχρῆμα πεσών. Ἀπὸ δὲ τοῦ μερικοῦ πρὸς τὸ καθόλου τῆς εἰδωλολατρείας τὸν λόγον ἀναγαγὼν, Ἐγένετο γλυπτὰ, φησὶν, αὐτῶν εἰς θηρία καὶ κτήνη. τοιαῦτα δὲ καθ' ὅλης τῆς Αἰγύπτου τὰ