οὐσῶν διαστάσεων, μήκους, βάθους καὶ πλάτους, ὅταν ὁ ποιητὴς λέγῃ βαθεῖαν τάφρον ὄρυξαν, εὐρεῖαν, μεγάλην, τὸ μὲν βαθεῖαν βάθος δηλοῖ, τὸ δὲ εὐρεῖαν πλάτους ἐστὶ δηλωτικόν, ἅπερ τάφρου εἰσὶν ἀρεταί, τὸ δὲ μεγάλην 2.493 τοῦ μήκους, ὃ καὶ παρακατιὼν δηλοῖ ἐν τῷ «ἀμφὶ δὲ τάφρον ἤλασαν», τουτέστιν ἐπὶ μῆκος ἐξέτειναν. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅπως αἱ δεύτεραι φροντίδες σοφώτεραι. Νέστωρ μὲν γὰρ ἴσως οὐ παρήγγειλε καταπῆξαι σκόλοπας, Ἕλληνες δὲ ἐποίησαν οὕτω, σκεψάμενοι, ὡς εἰκός, κατὰ τὸ σιωπώμενον πλεῖόν τι τῶν τοῦ γέροντος. Σημείωσαι δὲ καὶ ὅτι τὸ Ἑλληνικὸν τοῦτο τεῖχος ἀρέσκει τοῖς παλαιοῖς πλάσμα εἶναι Ὁμηρικόν. τῇ γὰρ ἀληθείᾳ, φασίν, οὐ γέγονεν, ἀλλ' ἐπλάσατο τὴν πρὸς τῷ ναυστάθμῳ τειχοποιΐαν καὶ τὰ κατ' αὐτὴν ὁ ποιητής, οὐχ' ἱστορῶν πρᾶγμα γενόμενον ἀλλ' ὡς γενόμενον ἐκτιθέμενος, οὐδὲ λέγων ἀληθῶς, τὰ εἰκότα δὲ ὑποτιθέμενος, ὡς ἂν ἐγγυμνάσῃ προϊὼν τὴν ἑαυτοῦ ῥητορικὴν καὶ τειχομαχίαις καὶ κινδύνοις τοῖς περὶ αὐτάς, ὅπερ οὐκ εἶχε περὶ αὐτὴν τὴν Τροίαν ἄρτι πιθανῶς ποιῆσαι, τά τε ἄλλα, καὶ μάλιστα διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, οὗ χωρὶς οὐ δυνατὸν ἦν τοὺς Τρῶας ἐγκλεισθῆναι τῇ πόλει καὶ πολιορκητικὴν τειχομαχίαν παθεῖν διὰ τὸ δεῖν εἶναι τελειωθῆναι τὴν προρρηθεῖσαν βουλὴν τοῦ ∆ιός. Ἐπλάσατο μὲν οὖν οὐκ ἀπιθάνως ὁ ποιητὴς τὴν ἐν τῷ ναυστάθμῳ πυργοποιΐαν διὰ πάνυ πολλὴν ποικιλίαν καὶ εὐπορίαν γραφῆς τὴν εἰσέπειτα φανησομένην. (ῃ. 445-63) Ἵνα δὲ μὴ ἐλέγχηται ὑπὸ τῶν ὕστερον ὡς ψευσάμενος, ζητούντων μὲν βραχέα γοῦν τινα ἰδεῖν γνωρίσματα τῆς τοιαύτης περιπύστου τειχοποιΐας, μὴ εὑρισκόντων δέ, παράγει τὸν Ποσειδῶνα ὀργιζόμενον ἐπὶ τῷ ἔργῳ τούτῳ ἐν ἐπηκόῳ τοῦ ∆ιὸς καὶ οἷον φθονοῦντα ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ Ἀπόλλωνος, ἔτι δὲ καὶ ἐπεγκαλοῦντα τοῖς Ἕλλησι, διότι μηδὲ θύσαντες ἑκατόμβας εἶτα τειχοποιεῖν ἐπιβάλλονται, καὶ τὸν ∆ία ποιεῖ καταψηφιζόμενον τοῦ Ἑλληνικοῦ ἔργου καὶ κυροῦντα τὸν τείχους ἀφανισμόν, καλύψει μὲν ψαμάθων ὕστερον, πρὸ δὲ τούτου ἀναρρήξει καὶ ἐκμοχλεύσει τῶν θεμελίων, τῇ διὰ σεισμῶν δηλαδὴ καὶ ὑδάτων, ὡς εἰκός, ἐπικλύσεως, ὧν 2.494 κύριος Ποσειδῶν σὺν Ἀπόλλωνι, ὥστε τὸ αὐτὸ καὶ σεισμοῖς πεσεῖν καὶ ποταμόκλυστον γενέσθαι καὶ ἀμμόχωστον. καὶ οὕτω λαμπροτάτην μὲν ἐν τοῖς ἑξῆς τειχομαχίαν ὁ ποιητὴς ἀρτύει ἐν τῷ πλαστῷ τούτῳ τείχει. ∆ιὰ δὲ τοῦ παντελοῦς αὖθις ἀφανισμοῦ διαφεύγει τὸν τοῦ ψεύδους ἔλεγχον, αὐτὸς ποιήσας τὸ τεῖχος, αὐτὸς ἀφαντώσας, ὡς καὶ Ἀριστοτέλης δηλοῖ, ὅπου ἔφη ὅτι τὸ τεῖχος ὁ φράσας ποιητὴς ἠφάνισε. ∆ιὸ καί, καθ' Ὅμηρον ἱστορῆσαι, αὐθημερὸν τὸ τοσοῦτον τετέλεστο διὰ τὴν πολυχειρίαν τῶν Ἀχαιῶν, ἵνα μὴ ἀπιστοῖτο ἐξαπολέσθαι [τὸ μέγα μέν, εἰκαῖον δέ, καὶ Ὁμηρικῶς εἰπεῖν, οὐδενόσωρον κατά γε τὸ ἀπεριμερίμνως ἔχειν τὰ εἰς κατασκευὴν καὶ οὐκ εὐσταθῶς διὰ τὴν ἄγαν κατέπειξιν.] (ῃ. 465) Φησὶ γὰρ «δύσετό τε ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν», ὅπερ καὶ μέγα ἔργον καλεῖ, τοιοῦτον ἂν τῇ ἀληθείᾳ ὄν, εἰ γέγονεν. Ὅθεν ὁ περὶ τὴν ὀλίγην πυρὰν τοῦ Πατρόκλου ἐν τοῖς ὕστερον πολὺν λόγον δαπανήσων καὶ ὀρέας ἀχθοφόρους σκευάσων καὶ ἄνδρας ὑλοτόμους ἐπιλεξόμενος καὶ ἄρχοντα τὸν Μηριόνην αὐτοῖς ἐπιστήσων καὶ ἀρχιτεκτονήσων πυρὰν ἑκατόμποδον, τῷ τοσούτῳ τείχει οὐκ ἀρχιτέκτονά τινα ἐφιστᾷ, οὐ λατομίαν ὑπονομεύσας ἀνοίγει, οὐ τὴν ἄλλην ὕλην φράζει, οὐ τοὺς τεχνίτας ἱστορεῖ, ὡς εὖγε καὶ ταῦτα ποιῶν, ἵνα μὴ περιηγησάμενος τὸ μὴ γενόμενον ὡς γεγονὸς καὶ λόγον πολὺν περὶ αὐτὸ ἀναλώσας ὕποπτον ποιήσῃ τὴν ὅλην ποίησιν καὶ ἀπιστηθείη καὶ περὶ τὰ ὄντως γενόμενα. Ἰστέον δὲ ὅτι ἔχουσι πιθανότητα τοῦ μὲν ταχὺ γενέσθαι τὸ μέγα τεῖχος αἱ πολλαὶ τοῦ λαοῦ μυριάδες, τοῦ δὲ νῦν μὴ φαίνεσθαι ὁ διὰ κλοπὴν καιροῦ σχεδιασμός, οἷα εἰκός, τοῦ τειχισμοῦ. εὐκατάβλητον γὰρ τὸ οὕτως εἰκαῖον καὶ αὐτοσχέδιον καὶ ἐπὶ ᾐόνος ἀμμώδους ἑστώς, ὡς 2.495 φαίνεται. Ἡ δὲ μυθικὴ τοῦ ∆ιὸς ἐνταῦθα παρενθήκη, ναὶ μὴν καὶ Ποσειδῶνος καὶ Ἀπόλλωνος, καὶ αἴνιγμά ἐστι τοῦ μηδὲν ἀθεεὶ γενέσθαι. Ὅμηρος δὲ