202
εἴδωλα. Ὁ δὲ Σύμμαχος, Ἐγένετο, φησὶ, τὰ εἴδωλα αὐτῶν ζώοις ἔκδοτα, ὡς ἀποῤῥιφέντα δηλονότι, καὶ λίαν κρημωμένα. Ὑπομιμνήσκει δὲ, φασί τινες, αὐτοὺς ὁ Θεὸς, ὡς τὰ μὲν αὐτοῦ μένει διηνεκῶς τελούμενα· τὰ δὲ τῶν εἰδώλων πάντα ψευδῆ, καὶ πρὸς τὸ μηδὲν διαπίπτοντα. Θεὸς γὰρ ὁ αὐτός ἐστι, γνώμῃ καὶ φύσει μεταβολὴν οὐ δεχόμενος. Καὶ ἃ προεῖπεν Ἀβραὰμ, ἐξετέλεσεν. Καὶ νῦν ἀληθὴς εἰπὼν, ὅτι Ἐμοὶ πᾶν γόνυ κάμψει, καὶ κοινὴ πᾶσι δοθήσεται δωρεά. Ἡ δὲ τῶν εἰδώλων ἀσθένεια διελέγχεται· καὶ παραδοθέντων ὑμῶν αἰχμαλωσίᾳ, ἐλεφάντων φορτία, καὶ τῶν ὑποζυγίων ἀπαγόμενα φορτίον γενήσεται. Καὶ ἄνδρες δὲ φέροντες ἐπ' ὤμων αὐτὰ κοπωθήσονται. Τί δὲ φέρων Θεὸν ἀσθενεῖ; Οὐκ ἄρα ταῦτα θεοί. Πῶς γὰρ 2440 ἂν καὶ ἤγετο πρὸς τῶν πολεμίων αἰχμάλωτα; πῶς δ' ἂν ταῦτα παθόντας τοὺς ἰδίους παρεῖδον προσκυνητάς; Ἄλλοι δέ φασιν ὡς ἐν ταῖς τῶν δαιμονίων πομπαῖς ἐκκομίζοντες ἱερεῖς τὰ ἀγάλματα φέροντες ἐπ' ὤμων, τὰς πλατείας ἀχθοφοροῦντες διήρχοντο. Τὸν Ἰσραὴλ δὲ διὰ τούτων ὑπομιμνήσκει καὶ τῶν ἀπαξόντων αὐτοὺς πολεμίων, ὡς τὰ εἴδωλα προσκυνήσαντας, καὶ κατὰ διάνοιαν αἰνιττόμενος, ὡς βαρὺ καὶ δυσβάστακτον ψυχαῖς τὸ τῶν δαιμόνων φορτίον, ἐπειδὰν αὐτὰς ἀσεβείᾳ καταδουλώσωνται, δίκην αἰχμαλώτων σειραῖς αὐτὰς ἁμαρτημάτων δεδεμένας ἀπάγοντες, τοῦ παρ' αὐτῶν πολέμου πέρας τοῦτο ποιούμενοι. Εἶτα καλεῖ αὐτοὺς οὐ Ἰακὼβ, ἀλλ' αὐτὸ μόνον οἶκον Ἰακὼβ, διὰ τὴν κατὰ σάρκα συγγένειαν, καὶ κατάλοιπον Ἰσραὴλ, ὡς τρύγα τινὰ καὶ περίττευμα Ἰσραήλ. Τινὲς δέ φασιν ὡς τῶν πλείστων εἰς αἰχμαλωσίαν ἀχθέντων, ὥσπερ οἶκον ἕνα καλεῖ καὶ βαρβαρικῆς ὠμότητος λείψανον. Τοῦτο γὰρ αὐτοὺς πείσεσθαι μὴ μετανοοῦντάς φησιν. Ἄλλοι δέ φασιν ὡς πρὸς τὴν τῶν εἰρημένων αὐτοὺς ἄγει συναίσθησιν. Ἰακὼβ γὰρ αὐχοῦντες εἶναι γένος τὸν ἐκείνου τρόπον ζηλοῦν εἰσιν ἄξιοι. Εἰ γὰρ καὶ λεῖμμα τυγχάνετε τοῦ Ἰσραὴλ δύο περιλειφθεῖσαι φυλαὶ (αἱ γὰρ δέκα πρὸς αἰχμαλωσίαν ἀπήχθησαν), μετανοοῦντας ὅμως οὐ περιόψομαι. Λοιπὸν αὐτοῖς ὡς ἀνόνητα μελετῶσι, τὸν νόμον ἐξ ἁπαλῶν ὀνύχων ὠνείδισεν. ∆εχόμενοι γὰρ περιτομὴν ὀκταήμερον, τοῖς ἄλλοις νομίμοις ἐντρέφονται, ὡς εἰρῆσθαι διὰ τοῦτο· "Καὶ λαοὶ ἐμελέτησαν κενά." Εἰδωλολατροῦντες γὰρ, προφητικῶν εἰς ἔλεγχον ἐδέοντο λόγων. Ὑμεῖς μὲν οὖν οἱ αὐτοὶ τὴν πλάνην· ἐγὼ δὲ ὁ αὐτὸς τὴν φιλανθρωπίαν, τὴν ὑμετέραν ἀεὶ σωτηρίαν ζητῶν, καὶ παιδεύσας ὑμᾶς αἰχμαλωσίᾳ, πάλιν ἀνήσω δεσμοῦ. Ὡς γὰρ ἰατρὸς ἀγαθὸς νῦν μὲν ἀπειλαῖς αὐτοὺς, νῦν δὲ πάλιν ἀγαθῶν ὑποσχέσεσιν ἁρπάσαι πειρᾶται τοῦ διαβόλου χειρῶν. εʹιαʹ. 9Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι, καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου, καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ· καὶ μισθωσάμενοι χρυσίον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται9. κ.τ.λ. Ἐγὼ μὲν περὶ ὑμᾶς, φησὶ, τοιοῦτό εἰμι. Ὑμεῖς δὲ λογίσασθε πρὸς ὅσην ἀσεβείας ἀτοπίαν ἐκπίπτετε, τὸν ἀσώματον εἰκόσι θνητῶν ὑποβάλλοντες· χρυσίον καὶ ἀργύριον συνεισφέροντες, ὕλῃ, καὶ πλάσει τιμᾷν τὴν θείαν φύσιν ἡγούμενοι. Πρὸς τοῦτο ποίαν ἀπολογίαν τετεχνασμένην εὑρήσετε; Τῆς οὖν ἐμῆς ποτε θεότητος πρὸς ἔννοιαν ἀνανήψατε, ὡς ἀΐδιος καὶ μόνος ἐγώ. Καὶ τούτου τεκμήριον τὸ διὰ τῶν ἐμῶν προφητῶν προαγορεύειν τὰ μέλλοντα χρόνοις ὕστε 2441 ρον ἐπιτελεῖσθαι μακροῖς, ὧν τὰ μὲν ἤδη πεποίηκα, τὰ δὲ καὶ ποιήσω, διὰ τοῦ καλεῖν πετεινῶν δίκην τοὺς ἐμοὺς ὑπηρέτας ἀγγέλους, τά τε λειτουργικὰ πνεύματα τὰ πρὸς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Οἱ δὲ λοιποὶ ἐξέδωκαν, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν, ἀπὸ γῆς πόῤῥωθεν ἄνδρα βουλῆς μου. ∆ηλοῖ δὲ τὸν Χριστὸν ὃν ἀνακεκλῆσθαί φησιν ἐκ γῆς πόῤῥωθεν, τῶν τοῦ ᾅδου δηλονότι μυχῶν, δι' οὗ πληρώσειν τὰς ἐπαγγελίας φησίν. Ἄλλοι δὲ πετεινὸν ἔφασαν τὸν Βαβυλώνιον, περὶ οὗ φησιν Ἐζεκιήλ· "Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος," καὶ τὰ ἑξῆς. Ἅπερ ἐξηγούμενός φησιν· "Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα; ὅτ' ἂν ἔλθῃ βασιλεὺς