203
Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς," καὶ τὰ μετὰ ταῦτα· τούτους γὰρ ἐκλεκτὰ τῆς κέδρου προκέκληκε διὰ τῆς παραβολῆς. Ἔλεγεν δὲ βασιλέα τὸν Σεδεκίαν, ὃν αἰχμάλωτον εἴληφεν. Ἄλλοι δὲ πετεινὸν εἰρῆσθαι τὸν Κῦρόν φασιν. Τὸ δὲ ἔκτισα, τοῦτ' ἔστι κατεσκεύασα, κακὰ δηλονότι κακωτικά. Εἰ δὲ καὶ μηδεὶς εὑρεθῇ τοὐμὸν θέλημα μετιὼν, τὸν Υἱὸν ἀποστελῶ τὸν ἐμὸν τὴν πατρικὴν πληροῦντα βουλήν. ΚΕΦΑΛ. ΜΖʹ. αιεʹ. 9Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θύγατερ Βαβυλῶνος. Εἴσελθε εἰς τὸ σκότος, θύγατερ Χαλδαίων, ὅτι οὐκ ἔτι προσθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατάλυμμά σου, ἀνάσυρε τὰς πολιὰς, ἀποκάλυψαι τὰς κνήμασ9, κ.τ.λ. Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ, οἷς ἔλεγε, "Τίνι με ὡμοιώσατε;" Ἐκεῖ μὲν οὖν πλανωμένους εἶπεν αὐτοὺς, ἐνταῦθα δὲ ἀπολωλεκότας τὴν καρδίαν. Ἀνθ' οὗ Σύμμαχος ἐξέδωκεν, οἱ σκληροκάρδιοι. Καθ' ἑκάτερον δὲ παρίσταται τὸ τῆς γνώμης ἀναίσθητον. ∆ιὸ πρὸς εἰδωλολατρείαν ἐτράποντο. Ἀλλ' ὅμως ἐλεῶν αὐτοὺς ὁ Θεὸς ὑποσχέσεσι καλαῖς ἀνακαλεῖται πρὸς σύνεσιν μακρυνθέντας δικαιοσύνης, τοῦτ' ἔστι Θεοῦ. Ἀπειρήκεσαν γὰρ ταῖς ψυχαῖς ἁλούσας ὁρῶντες ἐγκείμενον, ματαίας τοῦ Θεοῦ τὰς ἐπαγγελίας ἐνόμιζον. ∆ιὸ τὴν κατὰ Βαβυλῶνος αὐτοὺς εὐαγγελίζεται δίκην. Ἐκόλασε γὰρ τοὺς ἐξ Ἰσραὴλ ὁ Θεὸς οὐ μισῶν σωτηρίαν δὲ αὐτοῖς μνηστευόμενος, ὡς καὶ τῶν ἰατρῶν οἱ τέμνοντές τε καὶ καίοντες· ἐπεὶ καὶ πᾶσα κόλασις πρὸς ὄνησιν ἐπιφέρεται. Συναναπλέκει δὲ τῇ τῆς μερικῆς σωτηρίας ὑποσχέσει καὶ τῆς γενικωτάτης τὴν δήλωσιν. Ἡ μὲν γὰρ διὰ Κυρίου λύτρωσις, μερικὴ, ἡ δὲ διὰ Χριστοῦ, πάντων ἀνθρώπων. Τὸ δὲ, οὐ μὴ Βραδύνω, παρέοικε τῷ· "Ἔτι μικρὸν ὁ ἐρχόμενοι ἤξει, καὶ οὐ χρονιεῖ," 2444 καὶ Σιὼν τὴν Ἐκκλησίαν νοήσομεν, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσραὴλ, εἰ Θεὸν ὁρῶντα σχήσομεν νοῦν εἰς τέκνα τελοῦντες κατ' ἐπαγγελίαν τοῦ Ἀβραάμ. Ὁ δὲ Σύμμαχος ἐξέδωκα· ∆ώσω ἐν Σιὼν σωτήριον, καὶ τῷ Ἰσραὴλ δόξαν. Ταῦτα μὲν οὖν διὰ φιλανθρωπίαν δώσω, φησὶ, τῷ Ἰσραήλ· τὴν δὲ δικαιοσύνην ἐνδείξομαι τὴν ἐμὴν, τοῖς ὑπὲρ τὸ δέον ὑμᾶς τιμωρησαμένοις ἐπεξιὼν, ὧν δὴ ταπεινώσω τῆς βασιλείας τὸ ὕψος. Ἐμεγαλαύχουν γὰρ ἐπὶ μακροῖς χρόνοις τῶν ἐθνῶν δυναστεύοντες. Τὴν δὲ βασιλείαν προσωποποιήσας, θυγατέρα Βαβυλῶνος ἐκάλεσεν, καὶ παρθένον ὡς, καλλωπιζομένην ἐν ἀκμῇ τῆς δυνάμεως, καὶ τὴν ἐξ ὕψους αὐτῇ προσέταξε κάθοδον. Τινὲς δὲ τὰς θυγατέρας τῶν Βαβυλωνίων ἢ καὶ τὰς γυναῖκας οὕτως εἰρῆσθαί φησιν, ὧν τὴν ὑπὸ Μήδων διέγραψεν ἅλωσιν, καὶ τὴν εἰς δουλείαν ἀπαγωγήν. Ὧν ἡ κατάβασις δηλοῖ τὴν ἐκ δόξης καὶ τρυφῆς, ἐλευθερίας τε καὶ πλούτου πρὸς τἀναντία μεταβολήν. Τῆς οὖν παρθένου σκότος τὴν ἀνήκεστον ἐκάλεσε συμφοράν. Τὸν νοῦν γὰρ ἀεὶ λύπη καὶ φόβος σκοτοῖ. Ἁπαλὴν δὲ καὶ τρυφερὰν διά τε τὴν δίαιταν καὶ τὸν Ὑπερβάλλοντα κόσμον ἣ τῆς βασιλείας, ἢ τῶν γυναίων καλεῖ. Παρ' οἷς γὰρ τὸ μάχιμον ἐκοσμεῖτο χρυσῷ, καὶ τοῖς εὐωδεστάτοις κατεχρίετο μύροις, τί ἄν τις εἴποι τὰ γύναια; Καὶ καθημένην, ὡς ἐπὶ βασιλίδος φησίν. Ἅπερ ἀποθεμένη, φησὶ, μυλωθρίδος δίκην θεραπαίνης, τοῖς ἁλοῦσι δουλεύσει. Καὶ τὸ κατάλυμμα δὲ τὸ ἐκ διαφόρου κόσμου περιελοῦσα τῆς κεφαλῆς ἀποτίθετο. Τὸ δὲ τῶν πολιῶν, ἢ ὡς ἐπὶ χρονίου βασιλείας εἶπεν, ἢ τὴν ὠμότητα τῶν εἰρηκότων δηλῶν, ὡς μηδὲ γυναικὸς πρεσβύτιδος φείσασθαι. Ἀντὶ δὲ τοῦ, Ἀποκάλυψαι τὸ κατακάλυμμά σου, Σύμμαχος, Κάλυψαι τὰ ὦτα, φησὶν, ἀντὶ δὲ τοῦ, Τὸ δίκαιον ἐκ σοῦ λήψομαι· οὐκέτι μὴ παραδῶ ἀνθρώποις, ἐξέδωκεν· Ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος. Ἀντὶ δὲ τοῦ, ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ; Ἀκύλας, ἀγχιστεύων ἡμῶν Κύριος. Ταῦτα κατὰ σοῦ, φησὶν, ὥρισεν ὁ ἡμέτερος Κύριος λυτρούμενος ἡμᾶς, δηλονότι τὴν εἰς πολεμίους ἀπαγωγὴν, καθ' ἣν ἔδει διελθεῖν ἀνασυρομένην καὶ τοὺς ἐν μέσῳ τυγχάνοντας ποταμούς. Ὅτι δὲ δικαίως πέπονθε, καὶ προφήτης ἐδήλωσεν ἕτερος εἰπών· "Καθὼς ἐποίησεν, ποιήσω αὐτῇ·"