204
καὶ πάλιν· "Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου." Καὶ καθόλου δέ φησιν ἡ Γραφή· "Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ." Τὸ δὲ, Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, κατὰ τοὺς Ἑβδομήκοντα, δηλοῖ τὸ μηκέτι τοιούτοις ἀπανθρώποις παραδοθήσεσθαι. 2445 Ἵσως δὲ καὶ αὐτοῖς λέγει τοῖς πάλαι νικήσασι· τοῦτο δὲ πρὸς τὸν Ἰσραὴλ ῥηθὲν παρεμβέβληται. Εἶτα πάλιν πρὸς τὴν Χαλδαίαν φησὶ, Κάθισον κατανενυγμένη, ἢ κατὰ Σύμμαχον, σιωπῶσα· ἡ γὰρ οὕτω μεγάλαυχος, καὶ ὡς οἰκέται χρωμένη τοῖς ἔθνεσιν, μετάγνωθι λοιπὸν ἐφ' οἷς ἔπραξας, τοσούτῳ σκότῳ παιδείας ἐκδιδομένη. Τὸ δὲ ἰσχὺς βασιλείας, δέσποινα βασιλειῶν ἐξέδωκε Σύμμαχος, καὶ τὴν αἰτίαν ἐπήγαγεν, διδάσκων ὡς οὐ δεῖ τοῖς ὑπὸ Θεοῦ ταπεινουμένοις ἐπεμβαίνειν, οὓς ἐγχωρεῖ παιδευθέντας ἐλεηθῆναι. Συνωδὰ δὲ τούτοις καὶ Ζαχαρίας φησίν· "Ἐζήλωκα τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐγὼ ἐπὶ τὰ ἔθνη τὸ συνεπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθη ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Σὺ δὲ, φησὶ, καὶ διηνεκῶς βασιλεύειν ὑπείληφας, παιδεύων ταῖς παρούσαις εὐπραγίαις μὴ πεποιθέναι, προορᾷν δὲ τὰ ἔσχατα, καὶ τὰς ὕστερον ἐσομένας μεταβολάς. Ταῦτα δὲ τῆς ὑπερηφανίας τῶν ἐν αὐτῇ βασιλευσάντων ὑπῆρχεν. Ὑφ' ἕνα δὲ αὐτῇ καιρὸν ἀπειλεῖ ἀνδρὸς στέρησιν τοῦ καθ' ὃν ἤλω βασιλεύοντος χρόνον, καὶ τέκνων τῶν ὑπ' αὐτῆς βασιλευομένων, ἢ καὶ τῶν αὐτῆς οἰκητόρων ἐν τῇ μάχῃ πεσόντων. Οὐ διὰ τὰ προλεχθέντα δέ σοι ταῦτα συμβήσεται μόνον· ἀλλ' ὅτι καὶ τὰς ἐλπίδας ἐν ἐπῳδαῖς ἔθου καὶ φαρμακείαις. Προλεγόντων γάρ σοι νίκην τῶν αὐτὰ μετιόντων, πρὸς ὄγκον ἀρθεῖσα φρονήματος, ὁμοῦ καὶ τῇ δυνάμει θαῤῥοῦσα, καὶ τὴν ἀρχὴν οὐκ οἰομένη κρείττω φανεῖσθαι τὴν Περσικὴν, ἔφασκες· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, ταῖς ἐκ δαιμόνων μαντείαις, καὶ ταῖς ἐξ ἄστρων θαῤῥήσασα. Καὶ τὴν ἐπὶ δαίμοσιν ἐλπίδα πορνείαν καλεῖ. Ἀποστατικὴ γάρ ἐστι Θεοῦ. Πᾶσι γὰρ ἀνθρώποις ἡ πρὸς Θεὸν οἰκείωσις κτὰ φύσιν, ἡ δὲ πρὸς δαίμονας ἀλλοτρία, τὴν τούτων πρὸς ἀνθρώπους συνουσίαν διὰ γοητείας ἐπαγομένη. ∆ιὸ καὶ Παῦλος τῇ φαρμακείᾳ συνάπτει τὴν εἰδωλολατρείαν λέγων· "Εἰδωλολατρεία, φαρμακεία." Οὐ τοίνυν οὔτε Χαλδαίοις οὔθ' ἑτέροις τὸ εἰδωλολατρεῖν συγγνωστὸν, ἀλλ' ὀλέθριον. Ἔσται οὖν, φησὶν, ἡ πορνεία σου εἰς αἰσχύνην, ὅτ' ἂν ἡ ἐπὶ δαίμοσιν ἐλπὶς διαπέσῃ, ὧν ἡ ἰσχὺς, ἀσθένεια, μήτε προλέγειν ἐχόντων, ὡς ἐγώ σοι ταῦτα, μήτε βοηθεῖν δυναμένων. Ἀντὶ δὲ̀ τοῦ, Γνῶθι ὅτι ἡ σύνεσις τούτων ἔσται, καὶ ἡ πορνεία σοι αἰσχύνη, Σύμμαχός φησι· Καὶ ἡ γνῶσίς σου αὕτη ἐξηπάτησέν σε. Σύνεσιν δὲ καλεῖ τὴν σοφίαν τῶν μάντεων. ∆ιό φησι, Καὶ οὐ μὴ γνῷς ἐκ μαντείας τὸν ἐπερχόμενον ὄλεθρον, ὃν καὶ βόθυνον καλεῖ, τὸ ἄφυκτον τῶν ἐμπεπτωκότων δηλῶν. Παρίστησι δὲ ∆ανιὴλ ὅπως παρὰ Χαλδαίοις διέπρεπον μάγοι τινὲς, καὶ Γαζαρηνοὶ, καὶ φαρμακοὶ, καὶ οἱ τὰ τοιαῦτα σοφοὶ (οὕτω γὰρ αὐτοὺς ἐκάλουν), οἳ καὶ εὐδοκίμουν 2448 παρὰ τῷ βασιλεῖ, ὡς δι' αὐτῶν κατορθουμένης τῆς βασιλείας, οὕς φησι καταλήψεσθαι τὴν διὰ πυρὸς τιμωρίαν, ἡνίκα πυρίκαυστος καὶ ἡ πόλις γενήσεται, μηδὲ αὐτοῖς βοηθεῖν δυναμένους. Τινὲς δὲ κατ' εἰρωνείαν τὸν λόγον πρὸς τὴν Χαλδαίαν ἐδέξαντο. ἔχεις ἄνθρακας πυρὸς, ὅ ἐστι Θερμοὺς ἄνδρας καὶ ζέοντας, τοὺς περὶ ὧν ὁ λόγος, ὅτ' ἂν ἐπ' αὐτοῖς καθίσῃς, ὅ ἐστιν ἐπαναπαύσῃ. Αὐτοὶ γὰρ ἔσονταί σοι βοήθεια. Ἤγουν ἄνθρακας, τὰς ἐπιστρεπτικὰς καὶ ὠφελίμους τιμωρίας καλεῖ. Ἐπιστραφείσῃ γάρ σοι, φησὶν, ἔσται τὰ τῆς τιμωρίας πρὸς ἀγαθοῦ τῆς παρ' ἐμοῦ τυγχανούσης Βοηθείας, εἰ καὶ τὸν πρὸ τοῦ χρόνον εἰς ματαιοπονίαν ἀνάλωσας. Ταῦτα δὲ φησὶν, ἔσται καὶ καθ' ἕκαστον τῶν ἀνθρώπων. ∆ι' ἑαυτοὺς τὰρ πλανηθέντες ἕξουσι τιμωρίαν, ἣν οὐ φεύξῃ μὴ μετανοήσασα. Τὸ δὲ ἐκοπίασας, ἀντὶ τοῦ ἠσθένησας. Μεταβαλοῦσα γὰρ εἰς δαίμονας ἀπὸ Θεοῦ τὴν λατρείαν εὐάλωτος γέγονας. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου, καὶ τὰ ἑξῆς· οἱ λοιποί φασιν, Οἱ ἔμποροί σου ἀπὸ νεότητός σου. Ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ. ∆ιὸ οὐκ ἔστιν ὁ σώζων σε,