205
κατὰ Σύμμαχον. Τινὲς δὲ τὸ, Ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία, οὕτως ἑρμήνευσαν, ὡσεὶ ἔλεγεν· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτρως ἀποστάντες Θεοῦ πάθεσιν ὑπενεχθέντες σαρκός· σὺ δὲ εἰς τοῦτο προέβης ἀνοσιότητος, ὡς μηδένα σοι σωτηρίας τόπον περιλειφθῆναι. ΚΕΦΑΛ. ΜΗʹ. αιαʹ. 9Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοις ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐξ Ἰούδα ἐξελθόντες. Οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ. Μιμνησκόμενοι οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι9, κ.τ.λ. Τὰ κατὰ Βαβυλωνίων εἰπὼν, ἐλεγκτικῶς πρὸς Ἰουδαίους φησὶν, ὡς ∆ιὰ τὸ παρ' ἐμοὶ δίκαιον ἐκείνους μετέρχομαι, οὐχ ὅτι βοηθείας ὑμεῖς ἄξιοι καθεστήκατε. Οἶκον γὰρ καλεῖ Ἰακὼβ, ὡς καὶ τῆς τοῦ προπάτορος ἀναξίους ἐπωνυμίας, καὶ ψιλῆς τοῦ Ἰσραὴλ προσηγορίας μετέχοντας, καὶ σπέρματος Ἰούδα σωματικοῦ. Τοῦτο γὰρ ἐξ ὕδατος. Ὡς βασιλικῷ δὲ γένει τὸν Ἰούδαν ἐπέγραψεν. Ὥσπερ δὲ ψευδῶς ἐλέγοντο ταῦτα τῶν ὀνομάτων ὅντες ἀνάξιοι, οὔτως ὀμνύντες καὶ μεμνημένοι τοῦ Θεοῦ Ἰσραὴλ, τοῖς χείλεσιν αὐτὸν ἐτίμων, ἀφεστηκότες αὐτοῦ τῇ καρδίᾳ, καὶ μάτην ἐδόκουν ἐπὶ Κυρίῳ στηρίζεσθαι, ἀντεχόμενοι πόλεως ἀνακειμένης αὐτῷ. Μετὰ γὰρ τὸν Ἐζεκίαν, Μανασσῆς αὐτοὺς εἰς πᾶσαν ἀσέβειαν ἔτρεψεν, καὶ ἐν αὐτῷ καθίδρυσεν ἄγαλμα τῷ θείῳ ναῷ. ∆ιό φησι πρὸς αὐτούς· "Τί ἡ ἠγαπημένη ἐν 2449 τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;" πολλαῖς τε προφητείαις ὠνείδισεν αὐτοῖς τὴν ἀσέβειαν. ∆ιὸ πλείσταις αὐτοὺς πρὸς εὐσέβειαν ἀνακαλεῖ παρακλήσεσιν. Καὶ ὁ Σωτὴρ δὲ αὐτοὺς ἐπὶ σωματικῇ συγγενείᾳ φρονοῦντας ἐξήλεγχε, λέγων· "Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν." Καὶ νῦν δὲ συνεχῶς αὐτοὺς ἐκ τῶν πατέρων καλεῖ, τῆς ἐκείνων ἄγων εὐσεβείας εἰς μνήμην, ὡς ἂν ἀπωλείας μὴ ἑαυτοῖς τε καὶ τῇ πόλεις παραίτιοι γένωνται. Θεὸν δὲ δείκνυσιν αὐτὸν προθεσπίζοντα, οὐκ ἐπιδεικτικῶς, ἀλλ' ὠφελῶν, ἵνα μὴ τοῖς εἰδώλοις ἐπιγράφωσι τὰ συμβαίνοντα, καὶ ὡς ἂν προγνόντες μετανοήσωσιν· ἠδύνατο γὰρ καὶ σιωπῶν τιμωρήσασθαι Βαβυλωνίους. Καὶ τῷ Φαραὼ γὰρ προλέγων ἐπέφερεν· "Ἵνα γνῷ τὸν ἐπάγοντα." Γνῶτε οὖν, ὦ ἄπιστοι, φησὶν, ὡς ὅσα διὰ τῶν πρόσθεν ἐθέσπισα προφητῶν, ὡς εἰς ἀκοὰς πολλὰς τοὺς λόγους ἐλθεῖν, εἰς ἔργον ἐξέβη. Θεοῦ γὰρ μόνον τὸ προλέγειν· καὶ μάτην ὁ Μανασσῆς διὰ μαντείας εἰδέναι σπουδάζει τὰ μέλλοντα· ἃ δὲ προέφην, φησὶν, εἰ καὶ μὴ προσέδοκας, ἀλλ' οὖν ἐξάπινα γέγονεν. Πρότερα δέ τινες τὴν αἰχμαλωσίαν εἰρήκασι, μεθ' ἥν ἐστι τὰ τῇ Βαβυλωνίᾳ συμβάντα δεινά. Ὡς ἀκαμπεῖ δὲ, φησὶ, καὶ ἀναισχύντῳ προεῖπον, καίπερ εἰδὼς, ὡς καὶ οὕτως εἰδώλοις τὴν τῶν συμβησομένων Βαβυλωνίοις ἐπιγράψει αἰτίαν. Ἐπεὶ, καὶ τῆς Ἱερουσαλὴμ ἁλούσης, αἱ περιλειφθεῖσαι γυναῖκες, κωλύοντος Ἱερεμίου κατελθεῖν εἰς τὴν Αἴγυπτον, ἀνθυπέφερον· Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. ∆ιὸ καὶ δυσχεραίνων Ἱερεμίας φησί· "Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνησαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἐθέλησαν δέξασθαι παιδείαν." Ἰδοὺ τοίνυν, καίπερ ὄντι τοιούτῳ, φιλάνθρωπος ὢν, προλέγω τὰ συμβησόμενα τοῖς μέλλουσί τε καταπολεμῆσαι Χαλδαίοις, ὡς ἂν τότε βοηθὸν τὸν προειπόντα καλέσεις. Μὴ οὖν ἀπάτας αὐτὸν λέγων, ὡς καὶ πρὸ τῆς ἐμῆς προφητείας εἴδωλά σοι ἐνετείλατο, τοῦτ' ἔστιν ἠπείλησαν, ἢ προαπήγγειλαν, ὡς αὐτά σε κακώσει. ∆ιὰ ταῦτα γὰρ πείσει κακῶς, ὅτιπερ ἀποστὰς ἐμοῦ προσετέθης αὐτοῖς. Πλὴν οὐδέν σε τὸ προλέγειν ὀνήσειεν. Οὐ γνώσῃ γὰρ, τοῦτ' ἔστιν, οὐ γενήσῃ σοφὸς τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ, μὴ περιμένων τῶν σοι προαπειλουμένων τὸ τέλος. Ἀκουστά σοι τοιγαροῦν ἐποίησα τὰ καινά. Καινὰ. γὰρ ἦν, πρὸ τοῦ γενέσθαι λεγόμενα. Πάσχων τοίνυν μὴ λέξῃς, ὡς Πρὶν παθεῖν οὐκ ἀκήκοα, ἤγουν, ὅτι Προέγνων μὲν, ἀλλ' ἐξ εἰδώλων μαθών. Οὐ γὰρ ἔγνως οὐδὲν πρὶν ἐμὲ λέγειν αὐτά· οὐ γὰρ πεποίηκά σοι τοῦτο παρ' ἑτέρου γνωστόν. Ἰδοὺ δέ σε καλῶ καὶ πρὶν