206
ἀπειθῆσαι παράνομον. ∆ι' αὐτὸ γάρ σε καὶ φθάσει 2452 Οὐκοῦν διὰ φιλανθρωπίαν τῶν σοὶ συμβησομένων ἡ πρόῤῥησις. Καὶ παραδιδούς σε γὰρ, ἐπ' ὠφελείᾳ παρέδωκα, οὐχ ὡς ἄν τις ἀνὴρ πρὸς ἴδιον κέρδος ὁρῶν. Παιδεύει γὰρ ἔσθ' ὅτε πάθος, ὃν οὐκ ἐπαίδευσε λόγος. ∆ι' ὅσοι καὶ τῶν πολεμίων τὰς συμφορὰς προηγόρευσα, πανταχόθεν ἐπιστρέφων, ἀπειλῆς, καὶ φόβῳ, καὶ πάθους πείρᾳ, καὶ δυνάμει προαγορεύσεως, τῇ περὶ σὲ φιλανθρωπίᾳ σέ τε πάλιν ἐλευθερῶν, καὶ τοὺς ἐχθροὺς τιμωρούμενος, καὶ, ὅτι τὴν ἐμὴν ἐβλασφήμουν θεότητα, τὴν καθ' ὑμῶν νίκην τοῖς ἰδίοις θεοῖς ἐπιγράφοντες, τὴν τοῦ ὄντος τοῖς οὐκ οὖσι χαριζόμενοι δόξαν. Κάμινον δὲ πτωχείας, τὸν τόπον τῆς δουλείας ἐκάλεσεν, ἐν ᾧ τοῖς δουλεύουσιν καὶ πτωχεύειν ἀνάγκη. ∆ι' ὧν δὲ λέγει, δείκνυσι τὸν Ἰσραὴλ ἑαυτὸν πεπρακότα, ἀντ' ἀργυρίου. τὰς ἑαυτοῦ προέμενον ἁμαρτίας. Οὐ δι' ἐμὴν γὰρ ὑπομένεις ἀσθένειαν τοῦ τὰ ἐν Αἰγύπτῳ πρὸς τὴν σὴν ἐλευθερίαν δραματουργήσαντος. Πῶς δὲ λέγει πεποιηκέναι, καθά φασί τινες, καινὰ, τοῦ Ἐκκλησιασ[τικ]οῦ λέγοντος, Καὶ οὐδὲν καινόν; Τὸ Χριστοῦ τοίνυν λέγει μυστήριον μεῖζον τῆς ὁρωμένης ὑπάρχον κτίσεως, ὃ καὶ ἀ̓ποκεκρυμμένον ὁ Παῦλος καλεῖ. ∆ιό φησιν, Οὔτε ἐξ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Τῶν γὰρ ἀποστόλων Χριστὸς ἤνοιξε τὰ ὦτα πρὸς τὸ καὶ συνιέναι τὰς Γραφάς. Ἀνοίγεται δὲ τὰ ὦτα, ὅτε καὶ νοῦς. Οὐ γὰρ μάτην ἀκούει. Ἔγνων γὰρ, φησὶν, ὅτι ἀθετήσεις, διὸ καὶ ἔκρυψα, καὶ ἄνομος ἐκ κοιλίας κληθήσῃ· δηλαδὴ, τῇ προγνώσει. Οὕτως ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Ἔπαθες δ' ἂν καὶ πανωλεθρίαν, ἀνθ' ὧν μου τὴν δόξαν ἀνέθηκας δαίμοσιν, εἰ μὴ δι' αὐτήν μου τὴν δόξαν φανησομένην ἐπὶ σωτηρίᾳ τοῦ κόσμου. ιβκβʹ. 9Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃνἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσε γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται9, κ.τ.λ. Τὰς πρῶτα τοῖς διαβεβλημένοις εἰπὼν, ἐνταῦθα τοῖς κατορθοῦσιν ἐξ Ἰσραὴλ διαλέγεται. ∆ιὸ πρόσκειται τὸ, ὃν ἐκάλεσα. Ἀν' οὗ Σύμμαχος μὲν, ὁ κλητός μου, Ἀκύλας δὲ, κλητέ μου, φασίν. Ἦσαν γὰρ ἐξ ἐκείνου πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Πλὴν οὐκ ἐκλεκτοὶ, πρὸς οὓ ὁ λόγος, ἀλλὰ κλητοί. Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς ἑαυτοῦ θεολογίας, ἄναρχον ἑαυτὸν λέγων. Τὸ γὰρ τοῦ πρώτου πρεσβύ 2453 τερον, καὶ ἀτελεύτητον ἀκολούθως. Οὗ γὰρ οὐκ ἔστιν ἀρχὴ, οὐδὲ τέλος. Ὅπερ οἱ λοιποὶ δηλοῦντες ἐξέδωκαν, Ἐγὼ πρῶτος, καὶ ἐγὼ ἔσχατος. Εἴρηται δέ που περὶ τοῦ Μονογενοῦς, ὅτι "Αὐτός ἐστιν ὁ πρῶτος καὶ ὁ ἔσχατος." Ὃ διεσάφησεν εἰπὼν, Ἔζων καὶ ἐγενόμην νεκρός. Ἀρχὴ γάρ ἐστι ζωῆς ὁ αὐτὸς, καὶ ἔσχατος, ἐπεὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Ἅμα δὲ καὶ εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης. Πρὸς οἰκειότητα γὰρ τὴν αὑτοῦ κέκληκεν αὐτοὺς ἐκ πάντων τῶν ἐθνῶν, κατὰ τὸ, "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη." καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Καί σε ἐξελέξατο Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν." Ἐχρῆν οὖν αὐτὸν μὴ ἀποστῆναι Θεοῦ καὶ προστεθῆναι δαίμοσι καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Πλὴν καὶ οὕτως οἰκτείρων αὐτοὺς καλεῖ πρὸς εὐπάθειαν τὸ, Ἄκουέ μου, βοῶν· νῦν γοῦν ἀξιῶν πεισθῆναι, καὶ τῶν ἐξ αὐτοῦ βεβαίως τυχεῖν δωρεῶν. Κατὰ γὰρ τὸν Παῦλον, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Τὸ δὲ ἀΐδιον, καὶ ὄντως ὂν, παρίστησι τὸ, Ἐγώ εἰμι, συμφώνως τῳ· "Ἐγώ εἰμι ὁ ὢν," ὡς τὴν φύσιν, οὕτω καὶ τὸ ἦθος ἀκίνητον εἶναι δηλῶν. Ὁ αὐτὸς γὰρ ὢν, ἐξ ἀγαθότητος ἔχω τὸ γνώρισμα. δι' ἢν καὶ πάντα πρὸς τὸ εἶναι παρήγαγον, ἀντιδιαστέλλων πρὸς τοὺς οὐκ ὄντας θεοὺς, περὶ ὧν λέγεται· "Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν." Ἐπειδὴ δὲ ἐπάγει, Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, τοῦ Πατέρος τινὲς τὸ πρόσωπον ἔφασαν, οὗ χεὶρ ὁ Μονογενὴς ἐν ταῖς Γραφαῖς ὀνομάζεται· Μωσῆς γάρ φησιν· "Ἡ δεξιά σου χεὶρ, Κύριε, δεδόξασται ἐν ἰσχύϊ," καὶ