207
τὰ ἑξῆς. Καὶ ὁ ∆αβίδ· "Κραταιωθήτω ἡ χείρ σου. Ὑψωθήτω ἡ δεξιά σου," οὕτω λεγόμενος ὡς πληρωτὴς τῶν τοῦ Πατέρος ἐννοιῶν, ὡς εἶναι κυρίως σοφίαν αὐτὸν τοῦ Θεοῦ, σαφηνίζουσαν τὰς πατρικὰς ἐννοίας ἐν τοῖς ὑπ' αὐτοῦ γινομένοις ἔργοις. ∆ιὸ λέγεται ἐν Παροιμίαις· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Οὐχ ὡς μέρος οὖν ἡ χεὶρ, ἀλλ' ὡς τελεία, δι' ἧς αὐτὸς ἐργάζεται, ἡ ἐξ αὐτοῦ δύναμις, ἐγγυτάτη οὖσα αὐτῷ. Πῶς οὖν, φησὶ, λατρεύεις τῇ κτίσει παρὰ τὸν Κτίσαντα; Τὸ γὰρ ποιηθὲν τὴν τοῦ ποιήσαντος ἀμέτρως ὑποκάθηται δόξαν, ὡς ἀσεβεῖν τὸν τῇ προσκυνήσει πρὸς ἴσην ἄγοντα τοῦτο τῷ πεποιηκότι τιμήν. Ἡ δεξιὰ τοίνυν μου, φησὶν, τὸν οὐρανὸν ἐστερέωσεν, ἢ, τοὺς οὐρανοὺς, κατὰ τοὺς ἄλλους ἑρμηνέας, δηλαδὴ τὰς οὐρανίους δυνάμεις, περὶ ὧν ἐπιφέρει· Καλέσω αὐτοὺ, καὶ στήσονται ἅμα. Πειθαρχοῦσι γὰρ ὡς ἂν ∆εσπότῃ ἑστᾶσί τε 2456 συνερχόμεναι τῶν λόγων αὐτοῦ πρὸς ἀκρόασιν. Σύμφωνον τῷ κατ' ἀρχάς· "Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν." Εἰ δὲ δυνάμεις αἱ κρείττους οὕτω σὺν εὐλαβείᾳ τῷ πεποιηκότι πειθήνιοι, ἡμεῖς ὄντες ἄνθρωποι πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; Ἀντὶ δὲ τοῦ, τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα, ὁ Σύμμαχος ἔφησεν, τίς αὐτοῖς ἀπήγγειλεν ταῦτα; Ὃν Κύριος ἀγαπήσει, ποιήσει τὸ θέλημα αὐτοῦ. Ὁ δὲ Ἀκύλας, τίς ἐν ἀνθρώποις ἀπήγγειλεν ταῦτα; Κύριος ἠγάπησεν αὐτόν. Ὅτι γὰρ, φησὶν, αἱ τῶν οὐρανῶν δυνάμεις καλούμεναι πρὸς τὴν τῶν αὐτοῦ λόγων ἀκρόασιν ὑπακούουσι παριστάμεναι, αὐτὸς ἀπήγγειλε Κύριος, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς σὲ φανερόν σοι πεποίηκεν. Ἤγουν κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, Ὁ ἀγαπητὸς τοῦ Πατέρος καὶ Μονογενὴς, αὐτὸς ἀπήγγειλεν ἀνθρώποις, ὃς καὶ τὸ θέλημα τοῦ Πατέρος ἐνεργήσει, τὰ προλεχθέντα κατὰ Βαβυλῶνος ἐπάξων, ὅτε καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον ἐργάσεται τοῦ λαοῦ. Τινὲς δὲ τὸ, Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, περὶ τῶν ἐξ Ἰσραὴλ εἰρῆσθαί φασιν. Ὡς ἡδέως ἂν ἐπυθόμην συνηγμένων αὐτῶν, τίς ἄλλο αὐτοῖς Θεὸς τὴν ἐκ τοῦ πολέμου προμεμήνυκε συμφορὰν, ὡς ἐγὼ διὰ τῶν προφητῶν μου τὰ κατὰ μέρος ἐδήλωσα· καὶ τῶν ἐμῶν καταφρονήσαντες λόγων, τὴν τῶν κακῶν ἀνεμείνατε πεῖραν. Τίς οὖν ὑμῖν ἡ ὄνησις τῆς ἐκ δαιμόνων μαντείας οὐδὲν προεγνωκυίας τῶν ὕστερον; Τινὲς δέ φασι, τοὺς μέγα φρονοῦντας τῶν ἐθνικῶν παρεῖναι προτρέπεται, καὶ πρὸς νοῦν ἐκλαβεῖν, ὡς οὐδεὶς αὐτοῖς τὰ μετὰ χρόνους ἐσόμενα προὔλεγεν. Αὐτὸς δὲ ἦν ὁ Θεὸς ὁ καὶ προλέγων τὰ δυσχερῆ, καὶ μετατιθεμένων ἀνακαλούμενος. ∆ιὸ καὶ προὔλεγεν ἐπιστρέφων τῷ φόβῳ. Εἶτα δείκνυσιν, ὡς οὐ μνησικακῶν αὐτοῖς, ἀγαπῶν δὲ τοὐναντίον ἅπερ ἤθελον, ἔπραξε. Τοὺς γὰρ Χαλδαίους θλίβοντάς τε καὶ ἐπιτιθεμένους αὐτοῖς, τὸν Θεὸν ἠβούλοντο διαφθεῖραι, ὃ δὴ καὶ πεποίηκεν, οὐκ ἀνταποδιδοὺς ὡς δικαίοις, δι' ἀγαθότητα δὲ χαρισάμενος, καίπερ ἡμαρτηκότας ἀγαπῶν. ∆ιὸ καὶ πρὶν παθεῖν ὑμᾶς, προεῖπον ἐκείνων τὴν ἔφοδον, ἵνα μετανοήσαντες ἄπρακτον ταύτην ποιήσητε. Οὓς μὴ πειθομένων, εὐώδωσα καθ' ὑμῶν, παιδεύων ὑμᾶς ἀμετανόητα πλημμελήσαντας. Τινὲς δὲ τὸν Κῦρον εὐωδῶσθαι κατὰ Χαλδαίων εἰρήκασι φειδοῖ τῶν Ἑβραίων, καθ' ὧν ἐπεδείξαντο τὴν ὠμότητα. Ταῦτα μὲν οὖν κτὰ καιρὸν ποιήσω τὸν μέλλοντα. Ὑμεῖς δὲ ταῦτα μεμαθηκότες οὐκ ἐν κρυφῇ λαλούμενα, σὺν πολλῇ δὲ τῇ παῤῥησίᾳ, ἥκετε πρός με σπεύδοντες· καὶ γὰρ ὅτε ταῦτα ὁ Πατὴρ ἐβουλεύετο παρ' αὐτῷ ἡμῖν. Καὶ νῦν δὲ αὐτὸς ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ πρὸς κατόρθωσίν με τῶν ὑπ' αὐτοῦ διωρισμένων ἀπέστειλεν. Πῶς δὲ οὐκ ἐν κρυφῇ προαπήγγειλε, 2457 διὰ τῶν προφητῶν εἰπὼν ἐναργῶς·" Ὅτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς," καὶ τὰ ἐξῆς· Καὶ οὐκ αὐτοῦ ἦν ἔργον τῆς Βαβυλῶνος ἡ αἴρεσις, ἀλλὰ τῆς ἐμῆς ἀντιλήψεως. Μεταξὺ δὲ, φασὶν, ἐστὶ τοῦ Κύρου φωνὴ, τὸ, Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ δὲ, Καὶ νῦν, δηλοῖ ὡς εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ' ἰδοὺ νῦν καὶ Κῦρος αὐτὸς ὡμολόγηκεν ὑπὸ Θεοῦ συνηργῆσθαι τῶν ὅλων. Ταῦτα γὰρ εἰρῆσθαι περὶ αὐτοῦ παρὰ τῶν αἰχμαλώτων μαθὼν, ἀναγνούς τε τὴν