208
προφητείαν, γράμματι χρῆται βασιλικῷ ἐν Ἔσδρᾳ κειμένω, καὶ λέγοντι· "Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος," καὶ τὰ ἑξῆς. Τινὲς δὲ τὸ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ, ἀπὸ προσώπου τοῦ προφήτου λελέχθαι φασιν, Ὅτι καὶ πρώην ὑμῖν οὐκ ἐν γωνίᾳ λελάληκα, καὶ νῦν οὐδὲν ἧττον ἐκ Θεοῦ πεμφθεὶς ἥκω πρὸς ὑμετέραν ὠφέλειαν, περὶ τῶν αὐτῶν πολλάκις λαλῶν, Θεοῦ μὲν πέμποντος, ὑπηχοῦντος δὲ τοῦ Πνεύματος τοῦ ἁγίου. Ἄκουε τοίνυν, ὦ Ἰσραὴλ, ἅ σε διδάσκει ὁ ῥυσάμενός σε Κύριος. Μέμνητο τοῦ Θεοῦ σου, Ταῦτα γάρ σοί φημι ὑπὲρ τοῦ εὑρεῖν ὁδὸν σωτηρίας, ὃς εἰ καὶ τὴν ἀρχὴν ἐπείσθης, ἀπείρατος ἦσθα κακῶν. Ἐπλήθυες δ' ἂν ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ τῶν ἐντεῦθεν καλῶν ποταμηδόν σοι ῥεόντων καὶ ἄλλων ἐπ' ἄλλοις, ὡς κυμάτων θαλάττης. Ἤγουν, ἀνανταγώνιστον εἶχες δύναμιν, ὡς ποταμοί τε καὶ θάλατται. Ἦν δ' ἄν σου καὶ τὸ σπέρμα, φησὶν, ἀναρίθμητον, πολεμίων ἐφόδοις οὐ δαπανώμενον. Τὸ δὲ χοῦς τῆς γῆς, κέγχροι γῆς ἐξέδωκαν οἱ λοιποί. Σωματικὰ δὲ λέγεται πρὸς σωματικούς. Ἀξίως δὲ Θεοῦ νοοῖτο σπέρμα Ἰσραὴλ, περὶ οὗ τὸ ῥηθέν· "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν," δηλοῦντος τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας. Πατέρες γὰρ τῶν ἄλλων ἐγένοντο τοὺς προσιόντας ἀναγεννήσαντες οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Εὔλογον οὖν ἀλληγορεῖν. Σωματικῶς γὰρ Ἰουδαῖοι καὶ παραβαίνοντες τὰς ἐντολὰς ἐπληθύνθησαν, ὡς τὸ ῥητὸν μᾶλλον ἁρμόσαι τῷ νοητῷ μεθ' ὑποστολῆς λέγων, εἰ τὰς ἐντολὰς ἐτήρησαν τῶνδε τυχεῖν. Οὐδὲν γὰρ μέγα τὸ σωματικῶς σκωλήκων δίκην πληθύειν. Τινὲς δὲ τὸ, ∆έδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν εἰρῆσθαί φασιν, ὡς τῶν ἐξ Ἰσραὴλ λεγόντων· Πῶς ὑπὸ σὲ τελοῦντες τοιαῦτα πεπόνθαμεν οἱ πάλαι ῥυσθέντες ἐκ Φαραὼ διὰ τῆς σῆς ἀμάχου ῥοπῆς; Ἔδειξά σοι γὰρ, φησὶν, ὁδὸν σωτηρίας, τὸν νόμον· 2460 ὃν εἴπερ ἤθελες εὖ πράττειν, ἐφύλαττες. Νῦν δὲ παραβὰς, καὶ πρὸς εἰδωλολατρείαν τραπεὶς, παρεδόθης ἐχθροῖς· καὶ οὐδὲ οὕτω παγγενεὶ δι' ἐμὴν φιλανθρωπίαν ἐξωλοθρεύθητε. Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τῷ Ἰσραήλ. ∆ιό σοι καὶ νῦν ἐκ Βαβυλῶνος ἐξιέναι φημὶ, μὴ σὺν φόβῳ καὶ ὑπτίως, σπουδῇ δὲ κεχρημένῳ πολλῇ, καὶ φωνὴν εὐφροσύνης βοῶντι. Ὡς γὰρ ἡ ἐξ αἰγύπτου γέγονεν ἔξοδος πᾶσι τοῖς ἔθνεσιν ἐμφανὴς (Φαραὼ μὲν ἀνθισταμένου, πληττομένων δὲ τῶν Αἰγυπτίων, πρὸς ὅν φησιν· Εἰς τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου), οὕτως ἐχρῆν μηδὲ τὴν ἐκ Βαβυλῶνος λύτρωσιν γενέσθαι σιγῇ, δοξολογεῖν δὲ τὸν λυτρωτήν. "Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων." Ἐχρῆν γὰρ ἐν διηγήσεως τρόπῳ δοξολογεῖν κατὰ τὸν μέγαν ∆αβίδ· "Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἐπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." Ἑαυτὸν δὲ δεικνὺς ἐκεῖνον ὄντα τὸν ∆ι' ἐρήμου πάλαι διαγαγόντα τὸν Ἰσραὴλ, φησὶν, ὡς Εἰ πάλιν ἐδεήθης σχιζομένης πέτρας πρὸς ὕδατος χορηγίαν, ἦν ἄν σοι καὶ τοῦτο εἰς τὴν Ἰουδαίαν βαδίζοντι. Μὴ γενόμενον δὲ καθ' ἱστορίαν, οὕτω τινὲς ἠλληγόρησαν. Τοῖς αἰχμαλωσίας ἠλευθερωμένοις τῆς νοητῆς περὶ ὧν ἔλεγεν ὁ Χριστὸς, Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τὸ λογικὸν νάμα τῆς ἀληθινῆς ἐκδίδοται πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, ὃς καί φησιν· "Ὃςἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Ὡς ἂν δὲ μὴ νομίσωσιν οἱ ἐν αὐτοῖς ἀσεβεῖς καὶ δι' αὐτοὺς γεγονέναι τῆς ἀφέσεως τὴν ὑπόσχεσιν, καὶ τὴν ἐξ αὐτῆς εὐφροσύνην, τούτων αὐτοὺς ἀλλοτρίους ἀπέφηνεν. Τινὲς δὲ ἀσεβεῖς τοὺς Βαβυλωνίους εἰρῆσθαί φα̣σ̣ιν, οἳ παραδοθέντες κολάσει χαίρειν οὐκ εἶχον, τῶν λελυτρωμένων χαιρόντων. Τινὲς δέ φασιν, ἵνα μὴ διὰ τὴν τῶν ῥηθέντων ἡδονὴν ὑπτιάσαντες ῥᾳθυμήσωσιν, ὡς πάντως αὐτῶν τευξόμενοι, κἂν ἀσεβεῖς ὦσιν, ἅπαξ εἰρηκότος Θεοῦ, φόβον αὐτοῖς ὑπὲρ ἀσφαλείας ἐπήρτησεν. Καὶ πῶς γὰρ ἄν τις εὐφραίνοιτο τοῦ τῆς χαρᾶς στερηθεὶς