209
χορηγοῦ; Αἱ γὰρ ἐπαγγελίαι τοῖς φυλάττουσι βέβαιοι. Τοῦ Θεοῦ γὰρ ἡ πρόγνωσις ἐξ ἀνάγκης ἀρετὴν οὐ ποιεῖ. Ἰδοὺ γὰρ προέγνω τὸν Ἰακὼβ ἀγαθὸν γενησόμενον. Καὶ γέγονεν δι' ἑαυτὸν ἀγαθὸς, οὐχ ὅτι προέγνωστο. ∆ιὸ καὶ εὐλογῆται. ∆εῖ οὖν μὴ ῥᾳθυμεῖν, Θεοῦ τὸ μέλλον προλέγοντος. Τὸ δὲ, Ἔξελθε ἐκ Βαβυλῶνος, καὶ τόπον καὶ τρόπον ἀμείβειν παρακελεύεται μηδὲν ἐπαγομένους ἦθος Χαλδαϊκὸν, οἰωνισμοῦ τε καὶ μαντείας, καὶ πάσης εἰδώλων καθαρεύοντας πλάνης. Τοῦτο δὲ καὶ ἐπὶ πάντων ἁρμόσειε τῶν ἐθνῶν. Τινὲς δὲ τὸ, προσαγά 2461 γετε πρός με καὶ ἀκούσατε ταῦτα, Χριστοῦ πρόσωπον τὸ λέγον εἶναί φασιν, ὡς ἂν αὐτοῖς τὴν δι' ἑαυτοῦ σωτηρίαν δηλώσειεν. Καὶ τὸ, Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα; Μὴ οὐκ ἐκ παλαιοῦ, φησὶ, προεῖπον ἐπικεκαλυμμένως ταῦτα διὰ προφητῶν ἀπὸ τοῦ καιροῦ γενέσθαι; αὐτὸ, ἐκεῖ εἰμι, πρινὴ γενέσθαι τὴν ἑαυτοῦ παρουσίαν ὁρατῶς, γεγονέναι λέγει ταύτην παρὰ Θεῷ κατὰ τὸν προορισμὸν πρὸ καταβολῆς κόσμου. Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ γὰρ ἀεὶ παρὰ Θεῷ, τοῦτο νῦν ὁρατῶς ἐν κόσμῳ γίνεται. Κατὰ δὲ τὸ ἀνθρώπινον ἡ ἀποστολή. Θεὸς γὰρ ἀεὶ πάρεστι πᾶσιν. Ἀπεστάλθαι δὲ καὶ παρὰ τοῦ Πνεύματος λέγεται, καθὸ ἐκ Πνεύματος ἁγίου γεννᾶται. Τινὲς δὲ τοῦ αὐτοῦ προσώπου φασὶ τό· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου τὸν οὐρανὸν ἐστερέωσεν. Καὶ τὸ, Νῦν Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ, ὅπερ δημιουργὸν τὸν ἐπὶ γῆς ἐλθόντα παρίστησιν. ΚΕΦΑΛ. ΜΘʹ. αιγʹ. 9Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη. ∆ιὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου, ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· ∆οῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι9, κ.τ.λ. Τὰ κατάλληλα τοῖς Ἰουδαίοις εἰπὼν, ἐπὶ τὴν τῶν ἐθνῶν αὖθις μετέρχεται κλῆσιν, καὶ τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν. ∆ιὸ τὰς Ἐκκλησίας ἀνακαλεῖται νήσους εἰπὼν, ὡς ἀλμυροῖς τοῦ βίου καὶ τῶν πειρασμῶν περικλυζομένας τοῖς κύμασι. Τίνων δὲ αἱ νῆσοι δηλῶν ἐπιφέρει καὶ, Προσέχετε ἔθνη, μήποτε νομισθῇ πρὸς Ἰουδαίους ὁ λόγος. Καὶ ὁ μέγας δὲ λέγει ∆αβίδ· "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Εὐφραινέσθωσαν νῆσοι πολλαί." Τί δὲ λέγει τοῖς ἔθνεσι, μὴ κατὰ τὸν τῆς προφητείας καιρὸν τῶν πραγμάτων προσδοκῆσαι τὴν ἔκβασιν, μετὰ χρόνον δὲ πλεῖστον; Στήσεται δὲ, λέγει, ἢ τὸ ἐπαγγελθὲν, ἢ τὸ προφητευόμενον. Τὸ δὲ διὰ χρόνου μακροῦ, μακρόθεν ἐξέδωκαν οἱ λοιποὶ τοῖς πρὸ αὐτῆς ἀποδόντες τὴν λέξιν. Οὕτω γ' οὖν Σύμμαχος, Καὶ ἀκροᾶσθε, ἔθνη, μακρόθεν, ἑρμήνευσεν. Σκόπει δὲ ὡς τὰ νῦν ὁ Κύριος λέγει, καὶ περὶ ἑτέρου Κυρίου διὰ τῶν ἑξῆς διαλέγεται, γέννησίν τε λέγων ἑαυτοῦ, καὶ δουλείαν, καὶ τὰ τοιαῦτα λέγων. Κύριος ἐκ γαστρὸς ἐκάλεσέ με, ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου. Τὰ μὲν γὰρ πρὸ τῆς ἐνανθρωπήσεως ὀνόματα πρόσφορα τῇ θείᾳ φύσει, Θεὸς καὶ 2464 ζωὴ, καὶ φῶς, σοφία, καὶ δύναμις, καὶ τὰ τοιαῦτα. Τὸ δὲ Χριστὸς, καὶ Ἰησοῦς, καὶ, Μεθ' ἡμῶν ὁ Θεὸς, μετὰ τὴν οἰκονομίαν ἁρμόδια. Ἔλεγεν γὰρ ὁ Γαβριὴλ τῇ Παρθένῳ, "Καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·" καὶ τὴν σημασίαν δηλῶν ἐπήγαγεν. "Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν." Τὸ δὲ, Μεθ' ἡμῶν ὁ Θεὸς, ἀπὸ τῆς φύσεως καὶ τῆς οἰκονομίας ἐῤῥέθη, ὡς ἀπὸ τῆς ἐνεργείας τὸ Ἰησοῦς. ∆ιὸ καὶ τοῖς ποιμέσιν ἐλέχθη, ὅτι Ἐτέχθη σήμερον Σωτὴρ, ὅ ἐστι Χριστὸς Κύριος, ἐν πόλει ∆αβίδ· Χριστὸς δὲ, ὡς κεχρισμένος, ὃ δὴ πρὸ τῆς οἰκονομίας οὐχ ἥρμοττεν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡς μάχαιραν ὀξεῖαν. Καὶ ἀλλαχοῦ γάρ φησι· "Καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ." Ὡς μάχαιραν οὖν φησιν ὀξεῖαν τμητικήν τε καὶ ἀφορίζουσαν τοὺς ἀξίους Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. Φησὶ γὰρ ἐν Εὐαγγελίοις· "Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν," καὶ τὰ ἐπὶ τούτοις. Καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα, μάχαιρα κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐγένετο. ∆έδωκε δὲ ἡμῖν καὶ