210
τὴν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, δι' οὗ τοῖς ἐπιβούλοις ἀντανιστάμεθα δαίμοσι. Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης· "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀναιρεῖ τὸν δράκοντα." Ἁρμόσει δὲ καὶ τοῖς ἁγίοις ὁ λόγος. Τῷ γ' οὖν λόγῳ τοῦ στόματος αὐτοῦ Πέτρος ἀνεῖλεν Ἀνανίαν τε καὶ Σάπφειραν. Καὶ εὐχὴ δὲ Ἐζεκίου τὸν Ῥαψάκην ἐτρέψατο. Τυφλὸν δὲ λόγῳ καὶ Παῦλος τὸν Ἐλύμαν ἐποίησεν. Ἐπὶ τούτοις φησὶν, Ὑπὸ τὴνσκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, τὴν πολλοὺς λανθάνουσαν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομίαν ὑπαινιξάμενος. Τέθειται δὲ καὶ βέλος ὑπὸ τοῦ Πατέρος ἐκλεκτὸν, ἵνα τιτρώσκῃ τοὺς ἀξίους τῶν ἑαυτοῦ κέντρων (κατὰ τὴν λέγουσαν ψυχὴν, "Τετρωμένη ἀγάπης ἐγὼ"), ὃ καὶ αὐτὸ, ὡς ἐν φαρέτρᾳ λανθάνει τῇ σαρκὶ, ἣν ἀνείληφεν, τοῖς ἀξίοις μόνοις ὁρώμενον. Τινὲς δὲ τὸ, Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, δηλοῦν ἔφασαν ἀχώριστον εἶναι τοῦ Πατέρος τὸ Υἱὸν, καὶ τὸ γέγονεν ἄνθρωπος, ἄληπτόν τε καὶ ἀκαταγώνιστον ἔχειν τὴν φύσιν, ὅπερ αὐτῷ καὶ κατὰ τὴν οἰκονομίαν ἐσώζετο, λέγοντος τοῦ ∆αβίδ· "Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν," καὶ τὰ ἐφεξῆς. Πλεῖστα δὲ τὰ τοῦ Θεοῦ κατὰ καιροὺς ἐγένετο βέλη. Ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα Χριστὸς, ἐν προγνώσει τοῦ Πατέρος, ὡς ἐν φαρέτρᾳ κρυπτόμενος, ἐπὶ γῆς τὰς πονηρὰς δυνάμεις κατατρώσας ἠφάνισεν. Εἶπεν δέ μοι, φησὶ, δοῦλός μου εἶ σὺ, Ἰσραήλ· κατὰ τὸ σῶμα, τὸ ἐκ δούλων, δοῦλος, καὶ κατὰ τὸ γένος, τὸ ἐξ Ἰσραὴλ, Ἰσραὴλ ὁ 2465 Χριστός. Ὡς δὲ Θεοῦ δύναμις δι' ὧν ἐργάζεταιδοξάζει τὸν οὗ ἐστι δύναμις, ἐν μορφῇ δούλου γενόμενος, καίτοι κατὰ φύσιν ὑπάρχων Υἱὸς, ᾧ κάμψει πᾶν γόνυ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. Τινὲς δὲ πρὸς τὸν λαὸν, Ἰσραὴλ εἰρῆσθαι νομίσαντες φασί· ∆είκνυσιν ὅτι δι' ἀγαθότητα μόνην ηὐδόκησε ∆εσπότης καλεῖσθαι τοῦ Ἰσραὴλ, καὶ ἐν αὐτῷ δοξασθῆναι, διά τε τῶν κατ' Αἴγυπτον τεράτων, καὶ τῶν ἐφεξῆς γεγονότων. Οἱ δὲ αὐτοὶ καὶ τὸ, Κενῶς ἐκοπίασα, ἐκ τοῦ προφήτου λελέχθαι φασὶν, ὡς πολλὰ μὲν ἐν τῷ κηρύττειν παθόντος, μὴ ὠφελήσαντος δὲ τῶν ἀκουσάντων μηδένα. Ἀλλ' ὁ Θεός μοι, φησὶ, τὴν κατ' ἀξίαν τῶν πόνων ἀποδίδωσιν ἀμοιβήν. Λέγεται δὲ τοῦτο, φασὶ, καὶ περὶ ἑκάστου λαμβάνοντος αἴσθησιν, ὡς μάτην τὸν καιρὸν ἐν ταῖς τοῦ βίου φαντασίαις ἀνάλωσεν. Οἰκειότερον δ' ἂν ἐπὶ τοῦ Σωτῆρος λαμβάνοιτο, ὃς ἀκούσας τῶν εἰρημένων ἀπεκρίνατο, Καὶ πῶς, ὦ Πάτερ, ἐν ἐμοὶ δοξασθήσῃ, ὁ ποτὲ πολλὰ καμὼν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, οὐδὲν ἤνυσα πλέον, ἐναπομεινάντων τῇ ἀπιστίᾳ πολλῶν τε ἄλλων, καὶ τῶν ἐκ περιτομῆς; περὶ ὧν ἔλεγεν· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ," οἵγε πρὸς τῷ ἀπειθεῖν, καὶ ἐσταύρωσαν, ὡς εἰρῆσθαι καὶ παρὰ τῷ Ψαλμῳδῷ· "Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;" Ἀλλ' ἐκεῖνοι μὲν ταῦτα. Ἡ δὲ κρίσις μου παρὰ τῷ Κυρίῳ. Ἐγὼ γὰρ τὰ παρ' ἐμαυτοῦ πράξας ἐναντίον τοῦ Θεοῦ μου, τὸ πατρικὸν ἐτελείωσα βούλημα. ∆ιὰ τοῦτο δὲ καὶ ἡ κρίσις ἐξενήνεκται παρ' αὐτοῦ. Ἐξεβλήθησαν γὰρ τῆς πρὸς αὐτὸν οἰκειότητος. Τὰ δὲ ἔθνη γέγονε κλ̣ῆρο̣ς Θεοῦ. Τὴν κρίσιν δὲ ταύτην καὶ διὰ τῆς παραβολῆς ὁ Κύριος ἔδειξε, περὶ τῶν γεωργῶν λέγων τῶν τὸν κληρονόμον ἀπεκτονότων, οὓς καὶ ἀπολέσας, ἑτέροις τὸν ἀμπελῶνα γεωργοῖς ἐξέδωκεν, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Οὗτοι δὲ ἦσαν τῶν Εὐαγγελίων οἱ κήρυκες, ἐφ' ὧν αἱ νεφέλαι καθῆκαν ὑετοὺς αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν Ἰουδαϊκὸν ἀμπελῶνα, ἐφ' ὧν οὐκ ἀκάνθας, ἀλλὰ σταφυλὰς ἐτρύγησεν ὁ Χριστὸς, λεγόντων ἡμῶν, ὅτι Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τοὺς καρποὺς αὐτῶν. Καὶ ἄλλως δὲ τὸν πόνον ὁ Παῦλος αὐτοῦ καὶ τὴν κρίσιν δηλοῖ λέγων· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβὼν, ὑπήκοος γεγονὼς τῷ Πατέρι, μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ