γὰρ ὃν ἂν τῶν θεῶν νοήσω ἢ ὃν ἂν νοήσω ἐθέλοντα ποιεῖν τόδε ἀπάνευθε θεῶν, τῶν ἄλλων δηλαδὴ τῶν πειθομένων μοι. [Τὸ δὲ ἐγών μετὰ τοῦ ˉν σύνηθες Ὁμήρῳ διὰ τὴν τοῦ νῦ ἐπιφοράν. ∆ωριεῖς μέντοι καὶ ἄλλως τὸ ἐγώ σὺν τῷ ˉν προφέρονται, ὡς δῆλον ἐκ τοῦ ἐγώνγα, ἤγουν ἔγωγε.] (ῃ. 10-2) Τὸ δὲ κωλύειν ἀρῆξαι Τρώεσσιν ἢ ∆αναοῖσι τὴν βουλὴν ὑπολαλεῖ τοῦ ∆ιός, ἣν ἐκεῖνός τε λέγειν βούλεται. εἰ γὰρ μηδεὶς μηδετέροις ἀρήγει, αὐτοῦ ἄρα καὶ μόνον ἔσται τὸ πᾶν τῆς μάχης. (ῃ. 12) Τὸ δὲ «πληγείς» νῦν μὲν ἀσαφὲς κεῖται, ἀλλαχοῦ δὲ διαρθροῦται πλατύτερον, ἔνθα καὶ ὄργανον φανεῖται πληγῶν τοιούτων ὁ κεραυνός. Τὸ δὲ «οὐ κατὰ κόσμον», ἀντὶ τοῦ ἀκόσμως, οὐκ εὐτάκτως, ἀλλὰ σὺν θορύβῳ. (ῃ. 13) Ἠερόεις δὲ Τάρταρος ὁ σκοτεινός, ἐπεὶ φύσει μέλας ὁ ἀήρ. ὅθεν καὶ τὸ «ἠέρα πολὺν ἔχευεν», ἤτοι σκότος κατέχεεν, ἢ καὶ ἄλλως, ὁ ἀὴρ αὐτόχρημα, ὡς πρὸ βραχέων γέγραπται. (ῃ. 14) Τὸ δὲ «τῆλε μάλα» ἐπίτασίς ἐστι τοῦ πόρρω. ∆ιασάφησις δὲ αὐτοῦ τὸ «ᾗχι βάθιστον ὑπὸ χθονὸς βέρεθρον». Βέρεθρον δὲ τροπῇ τοῦ ˉα εἰς ˉε γέγονεν ἐκ τοῦ βάραθρον ὁμοίως τῷ πάθος πένθος, βάθος βένθος, οἷς ἀνάλογον κατά γε φωνὴν καὶ τὸ 2.517 βρένθος ἐπὶ ὑπερηφανίας παρὰ τῷ Κωμικῷ. ἐξ οὗ τὸ βρένθειον, μῦρόν τι ἐκεῖνο περιᾳδόμενον, [ἐξ ὧν ῥῆμα τὸ βρενθύεσθαι, ἤγουν κατατρυφᾶν ἀλαζονικῶς.] Ὅτι δὲ τὸ βέρεθρον ζέρεθρον Μακεδόνες φασί, καὶ ἀλλαχοῦ δηλοῦται. (ῃ. 15) Αἱ δὲ σιδήρειαι τοῦ μύθου πύλαι καὶ ὁ χάλκεος οὐδός, ἅπερ καὶ ὁ Ἅιδης ἂν ἔχοι, τὴν διηνεκῆ καὶ δυσεξίτητον τῶν κατὰ γῆς ὑδάτων καὶ πνευμάτων ἔγκλεισιν δηλοῖ, ὧν εἴ τί ποτε προκύψει ἐν τοῖς ἄνω διὰ σεισμοῦ τυχὸν ἤ πως ἑτέρως, δεινὰ γίνονται, ὁποῖα καὶ ὁ τυφὼς ποιεῖ. (ῃ. 18) Τὸ δὲ πάντες ἐν τῷ «ἵνα εἴδετε πάντες» δύναται καὶ τοῖς ὄπισθεν κολληθῆναι, ἵνα ᾖ «πειρήσασθε πάντες», καὶ οὕτω δέ, κατ' εὐθὺ νοηθῆναι «εἴδετε πάντες». Καὶ ὅρα τὸ «πειρήσασθε» παθητικῶς λεχθὲν ἄρτι, ἔτι δὲ καὶ τὸ «εἴδετε», χρόνου ὂν ἐνεστῶτος, χρηστὸν Ὁμήρῳ, ἐξ οὗπερ οὐ τὸ ἰδεῖν καὶ ἰδέσθαι καὶ ἰδών καὶ τὰ σὺν αὐτοῖς, [ἀλλὰ τὸ εἶδον. Ἐκεῖνα γὰρ δευτέρου ἀορίστου εἰσὶ τοῦ φαινομένου μυριαχοῦ.] Ἔστι δὲ αὐτοῦ καὶ πρῶτον πρόσωπον παρὰ τῷ ποιητῇ, 2.518 οἷον «ἵνα εἴδομεν ἄμφω». ἡ δὲ ὕστερον χρῆσις οὐ δεῖται ῥημάτων τοιούτων. (ῃ. 19) Τὸ δὲ «ἐξ οὐρανόθεν», δὶς λεχθέν, περιττὴν ἔχει [καὶ αὐτὸ] τὴν πρόθεσιν, ὡς καὶ τὸ ἀπ' οὐρανόθεν καὶ ὅσα τοιαῦτα. Ἐκ δὲ τοῦ κρεμάσαντες καὶ ὅλως ἐκ τοῦ κρεμῶ θέματος καὶ τὸ κρήμνασθαι γίνεται καὶ τὸ «κρήμνη σεαυτήν», καὶ ὁ κρημνός, καὶ ὅσα τοιαῦτα, τροπῇ δηλαδὴ τοῦ ˉη εἰς ˉε καὶ πλεονασμῷ τοῦ ˉν (ῃ. 20) Τὸ δὲ «ἐξάπτεσθε» ταὐτὸν τῷ ἐκκρέμασθε, ἵνα δηλονότι καθελκύσητε τὸν ∆ία πεδίονδε, ὅ ἐστι κάτω εἰς γῆν, ὅπερ οὐκ ἂν δῆθεν γένοιτο. [∆ύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ἅπτεσθε, ὅ ἐστιν ἐπιλαμβάνεσθε, περιττῆς οὔσης τῆς ˉἐˉκ προθέσεως.] (ῃ. 22) Τὸ δὲ «ὕπατον μήστωρα» ἢ ὑφ' ἓν νοητέον, ἵνα δηλοῖ τὸν ὕπατον ἐν βουλευταῖς, ἢ ἰδίᾳ μὲν τὸ μήστωρα, ἰδίᾳ δὲ τὸ ὕπατον. Αὐτὸ δὲ διχῶς νοεῖται. ἢ γὰρ ἁπλῶς πάντων ὕπατον, ἢ τῶν ἀρχόντων, κατὰ τὸ «ὕπατε κρειόντων». [Μήστωρ δὲ Ζεύς, ὁ ἐν ἄλλοις μητιόεις καὶ μητίετα, εἰπεῖν δὲ κοινότερον καὶ οὐδὲ συνήθως, μητιέτης.] (ῃ. 21-4) Τοῖς δὲ τοῦ ἐρύω χρόνοις τριχῇ ἐνταῦθα χρησάμενος ἐν τῷ «οὐκ ἂν ἐρύσαιτε», καὶ «ἐθέλοιμι ἐρύσσαι», καὶ «αὐτῇ γαίῃ ἐρύσαιμι» ἐπιμονὴν ἐποίησεν, ὡς καὶ ἐν τῷ «ἐξ οὐρανόθεν». (ῃ. 24) Τὸ δὲ «αὐτῇ γαίῃ», «αὐτῇ θαλάσσῃ», Ἀττικοῖς σύνηθες, ἐλλιπὲς 2.519 τῆς ˉσˉυˉν προθέσεως, ὁποῖον καὶ τὸ «αὐτοῖς ἀνδράσι βεβύθισται ναῦς», οὗ σύνθετον τὸ αὔτανδρος, καὶ ὁποῖον τὸ «αὐταῖς βουλαῖς ἐξόλοιτο». (ῃ. 26) Τὸ δὲ «δησαίμην» ἔχει καὶ ἐνεργητικὰ ἐν χρήσει. ∆ιφορεῖται γὰρ καὶ τὸ τοιοῦτον ῥῆμα κατά τε ἐνέργειαν κατά τε πάθος. Μετήορα δὲ τὰ κοινῶς μετέωρα. Καὶ ἔστι τοῦτο εὐπαραγωγότερον τοῦ κοινοῦ. Ὡς γὰρ ἐκ τοῦ ἀείρω, τὸ συζυγῶ, παρήορος ἵππος, ὁ παρεζευγμένος, οὕτως ἐκ τοῦ ἀείρω, τὸ κουφίζω καὶ ἀνωφορῶ, τὸ μετήορον. ἐκεῖθεν δὲ καὶ τὸ μετέωρον κατὰ περίεργον σκευωρίαν. Ἐκ τοῦ ἀείρω γάρ, φασίν, ἄοιρος, ὁ εἰς ἀέρα ἐλαφρισθείς, καὶ τροπῇ τοῦ ˉα εἰς ˉε καὶ τῆς ˉοˉι διφθόγγου εἰς ˉω, ἐν