211
ὑπερύψωσεν αὐτὸν, φησὶ, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ." 2468 Ταῦτα δὲ κατὰ σάρκα νοήσεις. Φύσει γὰρ Θεὸς ὁ Υἱὸς, οὐ κοπιῶν, οὐκ ἀμοιβὴν ἀντὶ κόπων δεόμενος. Εἶτα πάλιν ἀνθρωποπρεπεῖ κεχρημένος φωνῇ, δοῦλον ἑαυτὸν ἐκ κοιλίας πεπλάσθαι φησὶ, καθὸ μὲν Υἱὸς, μὴ πλαττόμενος· καθὸ δὲ δοῦλος, τὴν δούλην σάρκα φορῶν. Πῶς γὰρ ἂν, εἰ φύσει δοῦλος ἦν ὁ Υἱὸς, εἰς |δουλείαν ἐλέγετο πλάττεσθαι; ∆ῆλον οὖν ὡς κατὰ φύσιν ὑπάρχων ἐλεύθερος. Τοῦτο γὰρ καὶ ἐν τῇ τοῦ διδράχμου συνεισφορᾷ πρὸς τὸν Πέτρον φησὶν, "Ἄρα, λέγων, ἐλεύθεροί εἰσιν οἱ υἱοί." Τοιγαροῦν, τὸ ἐκ κοιλίας προσέθηκεν, ὡς ἂν δειχθῆ τῆς δουλείας ὅ τε χρόνος καὶ τρόπος τῇ κατὰ σάρκα γεννήσει διοριζόμενος. Καὶ τῆς δουλικῆς πλάσεως τὴν αἰτίαν διοριζόμενος, ἐπήγαγεν τοῦ συνάγειν τὸν Ἰακώβ. Οὐκοῦν εἰ μὴ διὰ τούτους, οὐκ ἂν ἐπλάσθη ἐν τῇ ἀπλάστῳ μένων θεότητι. Καὶ τούτους γὰρ μετὰ τῶν ἄλλων ὁ Σατανᾶς ἐκ Θεοῦ διεσκέδασεν, ἢ εἰδωλολατροῦντας, ἢ ἐντάλματα ἀνθρώπων διδάσκοντας. Ἀλλ' ἐχθροὺς ὄντας ὁ Χριστὸς διήλλαξε τῷ Πατέρι, πρὸς ὅπερ αὐτοὺς καὶ Ἡσαΐας ἐκάλει, Ποιήσωμεν εἰρήνην, αὐτῷ λέγων, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι. Καὶ οἱ μαθηταὶ δὲ κεκράγασιν· "Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν·" καὶ πάλιν, "Θεὸς γὰρ ἦν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων." Νοοῖτο δ' ἂν Ἰσραὴλ καὶ Ἰακὼβ οὐ μόνον ἐκ περιτομῆς, ἐφ' οὓς καὶ ἀπεστάλθαι φησὶν λέγων· "Εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθε." Ἀλλὰ καὶ πᾶς ὁ σωθεὶς διὰ πίστεως. "Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ μόνον Ἰουδαῖος," καὶ τὰ ἑξῆς. Τοιγαροῦν καὶ μεταξὺ τοῦ λόγου παρεμβέβληται πρόσωπον τῶν διὰ πίστεως σωζομένων ὁμολογούντων, ὅτι Πρὸς αὐτὸν συναχθήσομαι, καὶ τὰ τούτοις ἑπόμενα. ∆οξάσονται δὲ καὶ τὸ λαμπρὸν αὔχημα τῆς υἱοθεσίας λαμβάνοντες, καὶ αὐτὸν ἰσχὺν ἔχουσι πρὸς τὴν τῶν πρακτέων κατόρθωσιν. Τινὲς δὲ καὶ τὸ, συναχθήσομαι, καὶ τὰ ἐπ' αὐτῷ, περὶ Χριστοῦ λαβόντες, τὸ πῶς ἁρμόττει παρέλιπον. Ἄλλοι δὲ καὶ εἰς τὸν προφήτην εἰρήκασι δύνασθαι νοηθῆναι, σημαῖνον ἀνάκλησιν τοῦ Ἰσραὴλ, καὶ τῶν διασπαρέντων ἐπισυναγωγή. Κατὰ ἀναγωγὴν δὲ, καὶ ἐπὶ τὸν Σωτῆρα τὴν τῶν δικαίων πηγὴν, ὥσπερ οὖν καὶ ὁ περὶ κακῶν λόγος εἰς τὸν ἀρχέκακον ἀναφέρεται. Πρὸς δὲ τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου ἢ δοῦλόν μου, κατὰ τοὺς λοιπούς. Μέγα γὰρ ἔργον ὡς ἀληθῶς, τοῦ πρὸς δουλείαν πλασθέντος Υἱοῦ, τὸ μορφὴν δούλου λαβεῖν πρὸς σωτηρίαν ἧς ἐδημιούργησεν ἀνθρώπου φύσεως. ∆ιὸ καὶ δοξάζεται, ὡς οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ. Καὶ ἄλλως δὲ μέγα ὡς ἀνθρώπῳ, μικρὸν δὲ ὡς Θεῷ, τοῦ στῆσαι, φησὶ τὰς φυλὰς Ἰακώβ. ∆ιὸ καὶ πρώτοις ἐκήρυττεν αὐτοῖς αἰχμαλώτοις οὖσι τὰς ψυχὰς ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ δὲ τὴν χάριν ἠρνή 2469 σαντο, ἀκολούθως ἐπήνεγκεν· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐνθῶν. Καὶ οἱ λοιποὶ δὲ οὕτως ἐξέδωκαν. ∆ιὸ τῆς παρούσης προφητείας ἀρχόμενος ἔλεγεν· Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· ἔδει γὰρ ἀκοῦσαι τὰ ἔθνη τό· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν. Οὐ γὰρ ἐχρῆν τὴν τοσαύτην οἰκονομίαν ἀποτυχεῖν, ἀπειθήσαντος Ἰσραὴλ, καὶ τὸ σκότος ἠγαπηκότος. Καίτοι τῶν προφητῶν ὁ μέν τις ἔφασκε πρὸς αὐτούς· "Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς," καὶ τὰ ἐπὶ τούτῳ· ὁ δὲ, "ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης." Λοιπὸν τοῖς ἔθνεσι προσφωνῶν ἐπάγει, Οὕτως λέγει Κύριος. Ἀγνοοῦσι δὲ τίς ὁ Κύριος, φησίν· Ὁ ῥυσάμενος τὸν Ἰσραήλ. Ἠκούσατε γὰρ πῶς ἐξ Αἰγύπτου πάλαι τούτους διέσωσεν. Ἄλλοι δὲ πρὸς τοὺς ἐκ περιτομῆς εἰρῆσθαι τοῦτό φασιν, ὡς ὁ πάλαι σε ῥυσάμενος ἐντέλλομαί σοι, ὡς ἂν μὴ προσκόψῃς τῷ λίθῳ τοῦ προσκόμματος. Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Ὅσῳ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· τοσούτῳ δοξάσατε, καὶ ἁγιάσατε αὐτόν· εἰ δὲ πρὸς τὰ ἔθνη λέγοιτο, διαμαρτύρεται μὴ ταυτὸ τοῖς Ἰουδαίοις παθεῖν. Τὸ δὲ ἁγιάσατε, σεπτὸν καὶ ἅγιον ὑπολάβετε. Ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν, ὑπὲρ ἀσεβῶν ἔπαθεν ὁ