συνθέσει μετέωρον. (ῃ. 27) Τὸ δὲ «τόσσον ἐγὼ περίειμι πάντων» σχῆμά ἐστι συμπληρωτικόν, οὗ πολὺς νοῦς διὰ τὸ ἀορισταίνειν. τῷ γὰρ μεγαλείῳ τῶν εἰρημένων συμπαραμετρεῖται καὶ ἡ περιουσία τῆς ἰσχύος τοῦ ∆ιός. Ἐνταῦθα δὲ καὶ ἐπαναφορὰ κατὰ κόμμα ἐστὶ τὸν βασιλικὸν πρὸς τῷ τέλει λόγον καλλύνουσα. δῆλον γὰρ ὡς ἐπαναφορικόν ἐστι τὸ «περί τ' εἰμὶ θεῶν, περί τ' εἰμὶ ἀνθρώπων». (ῃ. 19) Ἰστέον δὲ ὅτι ἡ ῥηθεῖσα ἐξ οὐρανόθεν χρυσέα σειρὰ καὶ εἰς βασιλικὸν γένος μεταλαμβάνεται 2.520 τοῖς ῥητορικῶς ἐπιβάλλουσιν, οἳ καὶ τῶν ἑξῆς οὐκ ὀλίγα συμβιβάσουσι κατὰ καιρὸν δεξιῶς εἰς ἐγκώμιον. (ῃ. 28 ς.) Ὅτι ἔκπληξιν ἐπὶ ἀπειλῇ δηλοῖ τὸ «ὡς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ», ὅ ἐστι περιφραστικῶς ἐσίγησαν, «μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευεν», ἤγουν ἀποτόμως ἐλάλει. (ῃ. 31-3) ∆υσωπία δὲ ἄρχοντος τραχυνομένου κατά τινων τὸ «ὦ πάτερ ἡμέτερε, ὕπατε κρειόντων, εὖ νυ καὶ ἡμεῖς ἴδμεν, ὅ τοι», ἤγουν ὅτι σοι, «σθένος οὐκ ἐπιεικτόν. ἀλλ' ἔμπης ὀλοφυρόμεθα» ὑπὲρ τῶν δεῖνα, «οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται», ὅ ἐστι κακῷ θανάτῳ οἰχήσονται. (ῃ. 357) Ὁ δέ γε ζητῶν εἰρηναίαν τοῖς ἑαυτοῦ συμβουλὴν ἔκ τινος ὑπερέχοντος εἴποι ἂν τὸ «ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθα, εἰ σὺ κελεύεις, βουλήν» δ' ὑποθησόμεθα τοῖς δεῖνα, «ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο», ἤγουν σοῦ ὀργισθέντος. Ἀθηνᾶ δὲ ταῦτα τῷ ∆ιΐ φησιν ὑπὲρ Ἀχαιῶν. [(ῃ. 31) Ἔστι δὲ ὕπατος μέν, ὥς που καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ὑπέρτατος, ἐξ οὗ γίνεται αὐτὸς κατὰ συγκοπήν, ἀντικείμενος τῷ νειάτῳ, ταὐτὸν δὲ εἰπεῖν νεάτῳ, οὗ πρὸς ὁμοιότητα καὶ ἡ παρὰ τοῖς μουσικοῖς ὠνόμασται ὑπάτη τε καὶ νεάτη καὶ κατὰ κρᾶσιν νήτη.] (ῃ. 32) Σθένος δὲ οὐκ ἐπιεικτὸν κατὰ τοὺς παλαιοὺς δύναμις οὐκ εὐσυγχώρητος, ἤγουν οὐ ῥᾳδίως εἴκουσά τινι. (ῃ. 33) Ὀλοφύρεσθαι δὲ τὸ ὀλοῶς ἢ μετὰ ὀλυγῆς φύρεσθαι, δάκρυσι δηλαδή. (ῃ. 34) Κακὸς δὲ οἶτος ὁ ἀπευκταιότατος καὶ διαστελλόμενος πρὸς ἑτεροῖον οἶτον, ὃν ἄν τις εὔξηταί ποτε. ὃ δὴ σὺν ἄλλοις πολλοῖς εὕρηται καὶ ἡ Πηνελόπη ἐν Ὀδυσσείᾳ ποιοῦσα. Ἐκ τοῦ οἴ δέ, θρηνητικοῦ ἐπιρρήματος,ὁ οἶτος. Ἀναπλῆσαι δὲ οἶτον τὸ τελευτὴν θανάτου ἰδεῖν. ταὐτὸν γὰρ ἀναπλῆσαι καὶ τελευτῆσαι, ὅ ἐστι τελειῶσαι, πληρῶσαι. (ῃ. 36) Τὸ δὲ ὑποθησόμεθα ἡ ἀρχή ἐστι τῆς ποιητικῆς ὑποθημοσύνης τῆς ἀγαθῆς, ᾗ ἀντίκειται ἡ κακοθημοσύνη, ἔτι δὲ καὶ τῆς παρὰ τοῖς ὕστερον ὑποθήκης καὶ τοῦ νουθετεῖν ὅπερ ἐστὶ 2.521 νοῦν ἐντιθέναι, ἤγουν ἐμβάλλειν, ἴσως δὲ καὶ τῆς εὐθημοσύνης. (ῃ. 37) Τοῦ δὲ ὀδύσσω χρῆσις μάλιστα καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι ὁ οὕτω σφοδρῶς πρὸ βραχέων δημηγορήσας Ζεὺς ἤπιος γίνεται, μειλίχιόν τι καὶ ὕπουλον φθεγξαμένης τῆς Ἀθηνᾶς. Ἥρα μὲν οὖν, εἴπερ ἐλάλησεν, αἰνότατόν τε προσεῖπεν ἂν τὸν ∆ία καὶ προσηρέθισεν εἰς θυμόν. τοιοῦτον γὰρ ὁ μῦθος ἦθος αὐτῇ ἀνεπλάσατο, καθὰ προδεδήλωται, ἥτις καὶ μετ' ὀλίγα ἐρεῖ, ὡς «εἰ θέλομεν ὅσοι ∆αναοῖς ἀρωγοὶ ἀντιπεσεῖν τῷ ∆ιΐ, ἀκάχοιτο ἄν». καὶ ἡ μὲν Ἥρα τοιαύτη. Ἀθηνᾶ δὲ τεχνικῶς ὑπενδίδωσι, καὶ ὀψὲ καὶ αὐτὴ λαλήσασα, ὡς καὶ ὁ ∆ιομήδης πρὸ μικροῦ ἐν τοῖς Ἀχαιοῖς, εἰδέναι μὲν τὸ τοῦ ∆ιός φησι σθένος, ὀλοφύρεσθαι δ' ὅμως ὑπὲρ Ἀχαιῶν, ὡς ἐρρέθη, καὶ τὴν ∆ιὸς μὲν ἰσχὺν ὁμολογεῖ, προΐσχεται δὲ ἐλέου εἰσβολήν, ὡς οὐ θρασυνομένη κατὰ πατρός, ἀλλ' οἰκτιζομένη τοὺς ἐλεεινούς. (ῃ. 38-40) Καὶ ὁ πατὴρ ἐπὶ τούτοις πραϋθυμήσας προσέφη ἐπιμειδήσας, ἅπερ καὶ ἑξῆς που ἐρεῖ «θάρσει Τριτογένεια, φίλον τέκος, οὔ νύ τοι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι», ὁποῖόν τι καὶ πᾶς εἴποι ἂν πρὸς φίλον, μεταβαλὼν ἐκ θυμοῦ εἰς πρᾳότητα. Καὶ ὅρα ὅπως θυμὸς κολακευόμενος μαλθάσσεται καὶ κατὰ τὰ δεινὰ τῶν θηρίων εἴκει τοῖς τιθασσεύουσι. Κατὰ γὰρ τὴν τραγῳδίαν ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι, καὶ ὁ τῷ θυμουμένῳ εἴκων ἐν καιρῷ τύχοι ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλει. (ῃ. 39) Τριτογένεια δὲ ἀλληγορικῶς ἡ φρόνησις, ἐπεὶ κατὰ ∆ημόκριτον τρία γίνεται ταῦτα ἐξ αὐτῆς, τὸ εὖ λογίζεσθαι, τὸ λέγειν καλῶς τὸ νοηθέν, καὶ τὸ ὀρθῶς πράττειν αὐτό. Τελείας γὰρ ὄντως φρονήσεως τὸ νοῆσαι, τὸ εἰπεῖν, τὸ ποιῆσαι, 2.522 καὶ πάντα