212
λέγων· "Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων." Ὁμολογείσθω τοίνυν ἅγιος, ὃ μόνῳ πρέπει Θεῷ. Οὐσιῶδες γὰρ ἐπ' αὐτοῦ τὸ τοῖς ἄλλοις ἐπισυμβαῖνον ἐκ τῆς αὐτοῦ μετοχῆς· ἐπεὶ καὶ φῶς ὢν λέγει· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου." Καὶ λέγοντες δὲ τὸ, "Ἁγιασθήτω τὸ ὄνομά σου," οὐχ ἁγιασμοῦ προσθήκην αἰτοῦμεν αὐτῷ γενέσθαι, ἀλλ' ἵνα τὸν ἀληθῶς ἅγιον πάντες ὁμολογήσαντες, ἐν μεθέξει τῆς ἁγιωσύνης αὐτοῦ γενησώμεθα. Προσέθηκε δὲ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν ἀπίστων δηλονότι. Βδελύττονται γὰρ, καὶ τὸν θάνατον αὐτοῦ διασύρουσι. Καὶ παραδοθέντα δὲ τῷ Πιλάτῳ τῶν στρατιωτῶν τινες αὐτὸν ἐβδελύττοντο καταπτύοντές τε καὶ παίοντες, ἐν διασυρμῷ τε βοῶντες· "Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων." ∆ιὸ τῶν δούλων τῶν ἀρχόντων ἐπήγαγεν. Ἴσως δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ σκότους φησὶν, οἷς δουλεύουσιν οἱ τὸν Χριστὸν βδελυττόμενοι. Πλὴν ἀναλάμψει, φησὶ, καὶ μέχρι βασιλέων αὐτῷ προσκυνήσουσιν, οἵτινες ὄψονται αὐτὸν, οὐ πάντως σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ. Προσκυνήσουσι δὲ μάλιστα καὶ πάντες, ὅτ' ἂν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ κρίνων ζῶντας καὶ νεκρούς. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν τοῦ Πατέρος αὐτοῦ· δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ ὁ ἐκλεξάμενος αὐτὸν, τοῦτ' ἔστιν ἀεὶ καὶ ὡσαύτως ἔχων. Πιστὸν γὰρ οὐδὲν ἐν κτίσμασι τοῖς ὑποκειμένοις μεταβολῇ. Ὁ δὲ Πατὴρ ἐξελέξατο τοὺς δι' Υἱοῦ 2472 κεκλημένους. "Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ," Οἳ ἡγίασαν τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μὴ προσκόψαντες μέτροις. Ἀντὶ δὲ τοῦ, ἐξελεξάμην σε, ὃς ἐξελέξατό σε Σύμμαχος ἐξέδωκεν. Κυρίως μὲν οὖν, φασί τινες, ταῦτα εἰς τὸν Χριστὸν ἀναφέρεται. Νοοῖτο δ' ἂν καὶ ἐπὶ τοῦ προφήτου. Ἐξουδένωσεν γὰρ ἑαυτὸν, ὀδυρόμενος τὰς τοῦ λαοῦ διὰ τὰ πλημμελήματα συμφοράς. Καὶ προσαχθεὶς ἐν σάκκῳ τε καὶ γυμνὸς περιήρχετο, παρὰ τῶν ὁρώντων ἐξουδενούμενος, ταπεινὰ φρονῶν τε ἅμα, καὶ τῶν μελλόντων εἰκὼν αὐτοῖς παθημάτων γινόμενος. Ἀλλ' ὅμως καὶ οἱ τοῖς ἄρχουσιν ἐξυπηρετούμενοι, τοῦτον ἐχλεύαζον. Ὃν ἅγιον ὄντα τιμῆς, φησὶν, ἀξιώσατε. Παρά τισι δὲ τὸ ῥητὸν κεῖται τῷ βδελυκτῷ ἔθνους, καὶ, φασὶ, τοῦ Ἰσραήλ· διὸ καὶ πρὸς τὰ ἔθνη μετέβη. Καὶ πάλιν τὸ ῥητὸν τῷ δούλῳ ἐξουσιαζόντων καί φασιν· ὑπετάγη γάρ· καὶ ἐξελεξάμην σε, ἔχων, φασὶ, τὴν ἀόρατον ὑπεροχὴν κατὰ φύσιν ἐκ τῶν ὁρατῶν. Καὶ ἐξ ἀνθρώπων ἐκλεκτὸς γίνεται, δι' ἣν εἶχεν ὁμοιότητα πρὸς ἡμᾶς. Εἶτα πρὸς τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου. Πάσχων μὲν γὰρ ἐβόα· "Ἠλεὶ, Ἠλεὶ, λαμασαβαχθανί." Εἶθ' ὡς ἀνανεύοντα τὸν Πατέρα ἑώρα, ἐπῆγεν· "Πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτὸ, γενηθήτω τὸ θέλημά σου. Ταύτην οὖν τὴν εὐχὴν μετὰ τὸν θάνατον δεχόμενος ὁ Πατὴρ, τὸν καιρὸν δεικνὺς τῆς ἀναστάσεως φησίν· Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου. Τινὲς δὲ μεμψάμενοι τὴν παροῦσαν ἐξήγησιν, ὡς ἀπίθανον, τὸν Υἱὸν ἀποτυχεῖν τῆς εὐχῆς πεπλᾶσθαι τὴν εὐχὴν κατ' οἰκονομίαν φασὶν, ἐπεὶ καὶ πρὸ ταύτης ᾔδει μὴ ἄλλως τὸν θάνατον καταργηθησόμενον, εἰ μὴ δι' ὃν ὑπέστη σταυρόν τε καὶ θάνατον. Ἡ οὖν παραίτησις, τῆς Ἰουδαίων μιαιφονίας κατηγορεῖ, ἀβούλητον αὐτῷ δεικνῦσα τὸ πάθος διάτοι τὸ δυσκλεές. Ἀλλὰ καὶ οὕτω γέγονε θελητὸν ἐπὶ τῷ καταργῆσαι τὸν θάνατον. "Καὶ τοῦτο δηλοῖ τὸ, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με," καὶ τὰ ἑξῆς. Εἰς δέον οὖν τῇ μιαιφονίᾳ τῇ ἐκείνων ἐχρήσατο πρὸς σωτηρίαν τοῦ κόσμου. Καὶ τύπος δὲ, φασὶν, ἡμῖν γέγονεν μὴ ἀναπίπτειν ἐν πειρασμοῖς, ἀλλὰ δεῖσθαι Θεοῦ. Τοῖς οὖν προλαβοῦσι συνάπτοντες τὸ ῥητὸν, πρὸς τοὺς ἐξειλεγμένους εἰρῆσθαί φασι τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου. Προέγνωστο μὲν γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριον, ἐπέλαμψε δὲ καθ' οὓς ηὐδόκησε καιροὺς ὁ δυνάστης. Τὸν οὖν τῆς ἐνανθρωπήσεως καιρὸν ἡμέραν καλεῖ, καθὰ καὶ ὁ θεῖος Ἀπόστολος· "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ἰδοὺ ἡμέρα