213
σωτηρίας." Περὶ ἧς φησι καὶ ∆αβίδ· "Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος." Ἐπὶ τούτοις φησί· Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ· καταστῆσαι τὴν γῆν, κληρονομῆσαι κληρονομίας 2473 ἐρήμους· ἢ κατὰ Σύμμαχον Ἀνεγεῖραι τὴν γῆν, καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας. Τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων ψυχαὶ, ἔρημοι Θεοῦ, καὶ ἀληθῶς ἠφανισμέναι. Ἦσαν δὲ καὶ σειραῖς ἁμαρτημάτων δεσμώτιδες. Καί ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Τὴν οὖν τοιαύτην κατέστησε γῆν τεθορυβημένην κακοῖς. Ἤγουν, πάντας τοὺς ἐπὶ γῆς καὶ τῆς ἐπικειμένης ἀπήλλαξε ζάλης, καὶ κλῆρον ἴδιον ἐποιήσατο, μόνον ἔχων πάλαι τὸν Ἰσραήλ. Τοὺς δὲ δεσμῶν καὶ σκότους ἠλευθερωμένους εὐαγγελίζεται, λέγων· Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται. Ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι θεοσεβεῖς, αἱ θεῖαι Γραφαί· ἤγουν, αἱ τῶν ἀρετῶν ἐπιτηδεύσεις ἄβατοι τοῖς ἐξ ἐθνῶν ὑπάρχουσαι πρότερον, ἐν αἷς βοσκόμενοι πάντες λογικῆς τροφῆς ἀπολαύουσιν, ἣν καὶ νεμόμενοί φασι· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, καὶ τὰ τούτοις ἑπόμενα. Πῶς οὖν [οὐκ] ὑπομένουσιν ἔτι ψυχῆς πεῖναν, ἢ δίψαν, ἃς εἶχον πάλαι μὴ νόμῳ, μὴ προφήταις παιδαγωγούμενοι; Μεταβαλὼν δέ τις κατὰ Χριστὸν, ἐν εὐτροφίᾳ γίνεται νοητῇ, λέγοντος Ἡσαΐου· "Αὐτὸς οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. "Ἀλλ' οὐδὲ ὁ φλογμὸς τοῦ βίου πατάξει αὐτοὺς, λεγόμενος καύσων καὶ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστὸς ὁ καὶ πάλαι νεφέλῃ σκεπάσας τὸν Ἰσραήλ. Σύμφωνον τούτῳ τὸ τοῦ Ἀποστόλου ῥητόν· "∆υνατὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε." Καὶ αὕτη τοῦ ἐλεοῦντος ἡμᾶς ἡ παράκλησις. Καὶ διὰ πηγῶν, φησὶν, ὑδάτων ἄξει αὐτούς. Πολλαὶ δὲ πηγαὶ Ἰσραὴλ, καὶ πηγαὶ σωτηρίου, αἱ μὲν τῆς Παλαιᾶς ∆ιαθήκης, αἱ δὲ τῆς Καινῆς. Οὐδὲν δὲ δύσβατον αὐτοῖς τὴν σωτήριον ὁδοιποροῦσιν ὁδόν. Ἔφη γὰρ ὁ προφήτης καὶ πρότερον· "Καὶ πᾶσα φάραγξ πληρωθήσεται," καὶ τὰ ἐπὶ τούτῳ. Καὶ πάλιν "Ὁδὸς ἀσεβῶν εὐθεῖα ἐγένετο." Ἤγουν ὁμαλίζεσθαι τὰ σκολιὰ καὶ ἀνώμαλά φησι τῶν ἠθῶν. Εἶτα τοὺς κεκλημένους πανταχόθεν ἥξειν τῆς οἰκουμένης φησὶ, τῶν τεσσάρων κλιμάτων μνησθείς. Τὸ γὰρ πόῤῥωθεν, τὸ νότειον δηλοῖ τῶν μεσημβρινῶν τόπων ἡμῖν ἀκατάληπτον. Ἡ δὲ θάλασσα τὴν ἑσπέραν δηλοῖ, δυτικωτέρα τῆς Ἰουδαίας ὑπάρχουσα. Ὥσπερ οὖν τὴν ἀνατολὴν ἡ Περσῶν παρίστησι γῆ. ∆ηλοῖ δὲ τάχα, φασὶ, τοὺς προσκυνήσαντας Μάγους αὐτῷ. Τοῦτο γὰρ δηλοῦν, καὶ τὸ, "∆οθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας." Νῦν γὰρ Ἀραβίαν τὴν Περσῶν χώραν σημαίνεσθαι. Εἶτα πρὸς ἐορτὴν τὴν κτίσιν ἐπὶ τοῖς σεσωσμένοις καλεῖ· δι' οὐρανοῦ μὲν, τὰς ἐκεῖ δυνάμεις, αἳ καὶ ἐφ' ἑνὶ χαίρουσιν ἁμαρτωλῷ μετανοοῦντι. ∆ιὰ γῆς δὲ, τοὺς ὅσοιπερ ἐν αὐτῇ καὶ προσεδόκων, καὶ τῆς θεοφανείας ἠξίωνται. Οὕτω καὶ Συμεὼν εὐφραινόμενος ἔλεγεν· "Νῦν 2476 ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα," καὶ τὰ ἐξῆς. Προεστιαθεὶς δὲ, φασὶν, ὁ προφήτης τῇ μελλούσῃ πάντων σωτηρίᾳ, συνευφραίνεσθαι αὐτῷ νοητὰ καὶ αἰσθητὰ πάντα προτρέπεται. Εἰ γὰρ στένειν ἡ κτίσις ἐπὶ τοῖς ἡμετέροις λέγεται κακοῖς, ἀκόλουθον ἐπὶ σωζομένοις εὐφραίνεσθαι. Ὄρη δὲ λέγει λογικὰς δυνάμεις ἠρμένας ὑψοῦ, ἢ τῶν Εὐαγγελίων τοὺς κήρυκας. Χριστὸν γὰρ ἀγγέλλοντες νοητῆς εὐφροσύνης ἐπλήρουν τὴν γῆν. Ἀντὶ δὲ τοῦ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην· ὁ Σύμμαχος· Ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν. Ὁ δὲ Ἀκύλας· κελαδήσατε, ὄρη, αἴνεσιν ἔλεξαν. Εἴποις δ' ἂν τὰ ὄρη δηλοῦν οἰκειότερον ψυχὰς ἐπὶ γῆς μὲν ἔτι βιούσας, σφόδρα δὲ πρὸς ὕψος ἠρμένας διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως. Ταπεινοὺς δὲ ἠλεημένους φησὶ τοὺς προδεδηλωμένους ἐκ τῶν τεσσάρων κλημάτων, οὓς ἐκ τῆς διαβολικῆς ὁ Χριστὸς τυραννίδος ἐῤῥύσατο, θείου Πνεύματος μετόχους ἀπεργασάμενος. Ταπεινοὺς δὲ, ἢ ὡς τεταπεινωμένους ἁμαρτήμασι πρότερον, καὶ νεύσαντας εἰς γῆν τῷ φρονήματι. Ἢ ὡς ὑποκύψαντας τῷ Χριστῷ τὸν αὐχένα, τῶν ἀνθισταμένων αὐτῷ ὑψούντων κέρας καὶ λαλούντων ἀδικίαν κατ' αὐτοῦ. ιδʹκʹ. 9Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος