αἴθριον, εἰ καὶ καθ' ἕτερον τρόπον χάλκεος λέγεται. Κατὰ δέ γε τὸν μῦθον διὰ τὸ καὶ χρυσέοις δώμασι πλήθειν καὶ χρύσεον δάπεδον ἡπλωμένον ἔχειν. Συντελεῖ δὲ πρὸς νοῦν τοιοῦτον καὶ εἴ τι που χρύσεον λέγεται νέφος. καὶ ταῦτα μὲν τοιαῦτα.] (ῃ. 43) Ὅτι δὲ ∆ωρικὴ λέξις τὸ «γέντο», γενομένη ἐκ τοῦ ἕλετο, δηλοῦται ἀλλαχοῦ. Ὁ δὲ τόπος οὗτος χρήσιμος καὶ εἰς χρυσοῦ καὶ εἰς πλουσίου ἐγκώμιον. (ῃ. 45) Ὅτι τὸ πέτεσθαι τοὺς τοῦ ∆ιὸς ἵππους μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος σύμβολόν ἐστι τοῦ ἀλληγορεῖσθαι αὐτὸν εἴς τε ἀέρα καὶ εἰς αἰθέρα, στοιχεῖα ταῦτα πληροῦντα τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ. (ῃ. 50) Τῆς δὲ εἰς ἀέρα τοῦ ∆ιὸς ἀλληγορίας ἐμφαντικὸν μετ' ὀλίγα καὶ τὸ «κατὰ δ' ἠέρα πουλὺν ἔχευε», τῶν αὐτοῦ ἵππων δηλαδή. Ἔνθα τὸ «πουλύν» θηλυκοῦ γένους φασὶν οἱ παλαιοί, καθὰ καὶ τὸ ἠέρα. Καὶ ἔστιν ἡ λέξις Ἰωνικὴ ὁμοίως τῷ «πουλὺν ἐφ' ὑγρήν». (ῃ. 47 ς.) Ὅτι ἐν τῷ «Ἴδην δ' ἵκανε πολυπίδακα, μητέρα 2.525 θηρῶν, Γάργαρον» τῷ μέρει τὸ ὅλον συμπεριείληπται, ὡς καὶ πρὸ τούτων πολλὰ τοιαῦτα σεσημείωται. Καὶ ἔστι πλατὺς τρόπος ποιητικὸς προτάσσειν τὸ ὅλον, εἶτα ἐπάγειν τὸ μέρος διὰ σαφήνειαν. Ὅλον μὲν γὰρ ἡ Ἴδη, μέρος δὲ τὸ Γάργαρον, καὶ μέχρι νῦν τηροῦν τοὔνομα, κληθὲν οὕτω διὰ τὰ ἐκεῖ ἀναδιδόμενα ὕδατα καὶ τὸν ἐντεῦθεν ποιὸν ἦχον, ἐξ οὗ καὶ ἐφ' ἡμῶν τὸ ἀναγαργαρίζειν λέγεται καὶ ὁ γαργαρεών. Οἱ δέ φασι τρία εἶναι τῆς Ἴδης ἀκρωτήρια, Γάργαρον, Λεκτόν, Φαλάκραν, τοῦ δὲ Γαργάρου τοὺς οἰκήτορας Γαργαρεῖς λέγεσθαι, αὐτὸ δὲ οὕτω κληθῆναι καθ' ὁμοιότητα τοῦ ἐν ἡμῖν γαργαρεῶνος, λήγοντος ἀπὸ παχέος εἰς ὀξύτερον. Τὴν δὲ Ἴδην πολυπίδακα λέγει, διότι καὶ τοῦ Γαργάρου δίχα πολυπόταμός ἐστιν, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Κοινότερον δὲ τὸ «πολυπίδακα», ἐκ τοῦ πῖδαξ πίδακος, οὗ ἀναδραμόντος εἰς εὐθεῖαν, ὡς δηλοῖ τὸ «πολυπιδάκου», εἴη ἄν ποτε καὶ ἡ αἰτιατικὴ πολυπίδακον. Ἐκ τοῦ πιεῖν δέ, φασίν, ἡ πῖδαξ, ἢ ἐκ τοῦ πιδύειν, ὅ ἐστιν γῆθεν ἅλλεσθαι. αὐτὸ δὲ κατ' ἐναλλαγήν, φασίν, Αἰολικὴν ἐκ τοῦ πηδᾶν γίνεται, ἀφ' οὗ καθ' ὁμοίαν τροπὴν καὶ πιδήεσσα, ἡ κάθυγρος. ἐκ δὲ τοῦ πιδύειν καὶ Πιδύτης κύριον, ὡς ἐκ τοῦ ἠπύειν ὁ Ἠπύτης. Μητέρα δὲ θηρῶν τὴν Ἴδην φησὶν ἀντὶ τοῦ πολύθηρον. Θηρίον δὲ παρὰ τοῖς παλαιοῖς πᾶν ἄλογον ζῷον, ὅπουγε καὶ τὸν ἶπα θηρίδιόν τι λέγουσιν οἱ σοφοί. Κυρίως δέ, φασί, θῆρες, οἱ ἢ θέειν ῥᾷον δυνάμενοι κατὰ τὴν παρὰ Σοφοκλεῖ θῆρα ἔλαφον, ὁποία τις καὶ ἐν Ὀδυσσείᾳ κεῖται, 2.526 ἢ καὶ φθείρειν, ὅθεν καὶ ἐτυμολογεῖσθαι ὁ θὴρ λέγεται [ὡς οἷα φθείρ, εἰ καὶ ἡ ἀπέλευσις τοῦ ˉφ μετήλλαξε τὴν τῆς διφθόγγου γραφὴν εἰς τὸ τῆς ἀναλογίας ˉη. Ὅτι δὲ φθεῖρες διὰ διφθόγγου καὶ οἱ θῆρες, ἐν τοῖς εἰς τὴν Βοιωτίαν δεδήλωται.] Ἱστορεῖται δὲ καὶ ὄφεις τὴν Ἴδην ἐνεγκεῖν ποτε, οἳ καὶ ἐλάφους, φασίν, ἀνῄρουν εἰλούμενοι περὶ τὰ σκέλη αὐτῶν καὶ περὶ τοὺς αὐχένας καὶ δένδροις προσαρτῶντες αὑτούς. Ἰστέον δὲ καὶ ὅτι γυναικὶ μεθύσῃ, ἀδίκων παίδων μητρί, ἁρμόσοι ἄν ποτε τὸ προσρηθῆναι Ἴδην πολυπίδακα, μητέρα θηρῶν. Καὶ πόλις δὲ ἢ χώρα γέμουσα ἀνδρῶν ἀδίκων μήτηρ ἂν θηρῶν λέγοιτο, [καθά ποτε καὶ πόλις που ἦν πονηρῶν, ὡς αἱ ἱστορίαι δηλοῦσι, καί τις ἑτέρα συνηγόρων τοιούτων, ἀφορισθέντων ἐν αὐτῇ διὰ τὸ κακουργεῖν περὶ τὴν δικαιοτάτην θέσιν τῶν νόμων.] (ῃ. 48) Λέγει δὲ ὁ ποιητής, ὡς καὶ τέμενος τῷ ∆ιῒ ἐν τῷ Γαργάρῳ ἦν, ὁποῖα πολλαχοῦ εἴρηται, «βωμός τε θυήεις», ὡς θυσιῶν γινομένων ἐν τοῖς ὑψηλοῖς, καθὰ πολλαχοῦ φαίνεται, ἢ καὶ ὡς εὐώδους τοῦ τόπου ὄντος, παρὰ τὸ θύος, ἐξ οὗ καὶ νέφος θυόεν, οὐ μὴν θυῆεν κατὰ τὸν διχῇ οὕτω νοούμενον βωμόν. Καὶ εἰσορᾶσθαι δέ φησιν ἐκ τῶν τῆς Ἴδης κορυφῶν Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ. Καὶ δοκεῖ παραλάλημα εἶναι τοῦτο ἐτυμολογικόν. Εἰ γὰρ ἐκεῖθεν εἰσορᾷ ὁ Ζεὺς τὰ εἰρημένα ὡς τοῦ τόπου δεξιοῦ ὄντος ἰδεῖν, ὀρθῶς ἄρα Ἴδη τὸ ὄρος ἐκεῖνο λέγεται. Ὁ δὲ Γεωγράφος Γάργαρα οἶδε καὶ πόλιν εἰπὼν «Γάργαρα τόπος ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης, ἀφ' οὗ Γάργαρα, πόλις Αἰολική». Ἰστέον δὲ ὅτι ∆ιὸς κατέλευσις παρὰ τῷ ποιητῇ γίνεται, ὅπου ἄξια λόγου ἔργα τελοῦνται κατὰ εἱμαρμένην τινά, ὡς καὶ νῦν καταπραχθήσεται. (ῃ. 53-7)