214
ἀπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη9, κ.τ.λ. Ἤδη προείρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ· ἢ αἰσθητῶς· ἢ κατὰ τὸ θεοσεβὲς τῶν ἐπὶ γῆς ὄντων πολίτευμα· ἢ κατὰ τὴν ἐν οὐρανοῖς ἀγγελικὴν πολιτείαν, περὶ ἧς φησὶν ὁ Παῦλος· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί." Καὶ, "Οὐ γὰρ προσεληλύθατε Σιὼν ὄρει," καὶ τὰ ἑξῆς. Νῦν οὖν ὁ λόγος περὶ τοῦ θεοφιλοῦς πολιτεύματος, ὃ πάλαι μὲν παρ' Ἰουδαίοις συνίστατο. καθαιρεθὲν δὲ μεταβέβληται εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Περὶ νήσων γὰρ καὶ τῶν ἐθνῶν διελέγετο, οἷς ἀκολούθως φησίν· εἰ καὶ καθήρηται τὸ θεοσεβὲς παρ' Ἰουδαίοις πολίτευμα, μὴ λεγέτω, Ἐγκατέλιπε Κύριος. Καὶ τῷ τῆς μητρὸς παραδείγματι τὸ τῆς λήθης ἀδύνατον ἔδειξε. Θεοῦ γὰρ ὄντες οἷον γεννήματα, εἰ παύσαιτο τῆς περὶ ἡμῶν προνοίας, καὶ τοῦ εἶναι παυσόμεθα. Καὶ τὴν ἔννοιαν ἐπεξεργάζεται λέγων· Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ ἐζωγράφησα, ἐστήριξά σε φησίν· ὁ δὲ Ἀκύλας· Ἰδοὺ ἐπὶ τῶν ταρσῶν ἠκρίβωσά σε. Ὁ δὲ Θεοδοτίων· ∆ιεχάραξά σε. Χεῖρες γὰρ ὡς ἀληθῶς, τοῦτ' ἔστιν ἐνέργειαι Θεοῦ, τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, τοὺς τύπους τῆς κατὰ Θεὸν πολιτείας ἐγχαράττουσαι ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος ὁ τοῦ Θεοῦ Λόγος ἐδίδαξε λέγων· "Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Ἡ δὲ πέ 2477 τρα ἦν πάλιν αὐτὸς, ἐφ' ἣν οἱ πρῶτοι θεμέλιοι κατεβλήθησαν, περὶ ὧν εἴρηται· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ." Ὅτι δὲ αἱ τοῦ Θεοῦ ἐνέργειαι χεῖρες εἴρηνται τῇ Γραφῇ, δηλοῖ τὸ, "Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με." "Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν." Καὶ πάλιν· "Καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί." Τινὲς δὲ διὰ τὴν ἐπὶ τοῦ σταυροῦ διάτρησιν τῶν χειρῶν λέγουσιν. Ὑπὲρ ἡμῶν γὰρ παθὼν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; Τὸ γὰρ ὅλον πάθος ἐκ μέρους ἐδήλωσεν. Εἴποις δ' ἂν καὶ ἄλλως. Φασὶν ὡς ἐν ταῖς τοῦ Πατέρος χερσὶν πάντες εἰσὶν οἱ πιστεύσαντες. Ἔλεγε γὰρ ὁ Χριστὸς περὶ τῶν ἰδίων προβάτων, ὡς "Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῶν χειρῶν τοῦ Πατέρος μου," τὴν ἐκεῖθεν σκέπην δηλῶν. Τείχη δὲ τῆς Ἐκκλησίας οἱ τοῦ Χριστοῦ μαθηταὶ καὶ ἀπόστολοι, ὧν οὐ λαμβάνει λήθην. Ἐγέγραπτο γὰρ αὐτῶν ἐν οὐρανοῖς τὰ ὀνόματα τῇ βίβλῳ ζώντων ἐγκείμενα. Προηγουμένως μὲν γὰρ τῆς Ἐκκλησίας τεῖχός ἐστιν ὁ Χριστὸς, ὥσπερ καὶ φῶς· ἐν μεθέξει δὲ αὐτοῦ γεγονότες οἱ μαθηταὶ τούτων ἑκάτερον λέγονται. Τινὲς δὲ τὰ παρόντα νοήσαντες αἰσθητῶς, Ὡς παρόντα, φασὶ, λέγει τὰ μέλλοντα. Πάντα γὰρ αὐτῷ πάρεστι, καὶ προδιαγράφει τὴν μέλλουσαν, μετὰ τὴν ἐκ Βαβυλῶνος ἅλωσιν, τῶν τειχῶν οἰκοδόμησιν, εἰς ἣν ἀπήχθης, φησὶ, παιδευόμενος, οὐ τῆς ἐμῆς προνοίας ἐκπεπτωκώς. Τοιγαροῦν οἱ καθελοῦντες οἰκοδομήσουσι, τῶν σῶν ἐξανιστάμενοι τόπων· εἰ δὲ καὶ πίστιν ἔχεις, ὅρα καὶ τοὺς εἰς σὲ συναχθήσεσθαι μέλλοντας. Ὄψις γὰρ, ὡς εἰπεῖν, ἡ τῶν πιστῶν ἀκοὴ, καθὰ καὶ ἡ τῶν προφητῶν. Καὶ Μιχαίας γάρ φησιν· "Ἰδοὺ θεωρῶ τὸν λαὸν διεσκορπισμένον ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα ποιμένα μὴ ἔχοντα." Φησὶν οὖν ὡς ἕξεις τοὺς οἰκήτορας, ὡς κόσμον τινὰ νυμφικόν. Οὐκ ἄρα, φασὶ, τὸ κοσμεῖσθαι νύμφας ἀπόβλητον πρὸς κίνησιν πόθου συνέχοντος τὴν τῆς συζυγίας ἑνότητα, ἣν ἀδύνατον ἀγάπης συνεστᾶναι χωρίς. Ἀλλὰ τὴν ἱστορίαν ἀφέντες, ἐπὶ τὴν πρώτην ἐξήγησιν ἀναδράμωμεν. Ἐπεὶ γὰρ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, πεπτωκότος τοῦ παρ' Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπάγει· Ταχὺ οἰκοδομηθήσῃ, ὑφ' ὧν καθῃρέθης. Ὡς γὰρ Ἰουδαίων ἄρχοντες τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, λέγοντες· "Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·" οὕτω πάλιν ἐξ αὐτῆς ἦσαν οἱ ἀπόστολοι, τῆς οἰκοδομῆς τῆς νέας ὄντες ἐργάται· αὐτοὶ δὲ οἱ τὴν Ἰουδαϊκὴν