βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
110.736 ἔτη εʹ, ἐξωρίσθη εἰς Κουκουσὸν, κἀκεῖθεν μετὰ ἔτη γʹ καὶ μῆνας βʹ μετηνέχθη εἰς Πιτυοῦντα. Καὶ γενόμενος κατὰ πάροδον ἐν Κομάνοις ἐτελεύτησεν ἐν πολλῇ θλίψει καὶ κακώσει ὑπάρχων, ἐτῶν νβʹ.
ΣΓʹ. Περὶ τῆς ἐπιστολῆς πάπα Ῥώμης πρὸς τὸν Ἀρκάδιον τὸν βασιλέα. Ὁ
τοίνυν πάπας Ῥώμης Ἰννοκέντιος, ἀκούσαςτὴν ἐν ἐξορία τελευτὴν αὐτοῦ, γράφει πρὸς Ἀρκά διον τοιάδε· "Φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάν νου βοᾷ πρὸς τὸν Θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Καΐν. Καὶ πάντως ἐκδικηθήσεται παντοιοτρόπως, ὅτι διωγ μὸν ἄδικον κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω ἐξέωσας τὸν μέγαν τῆς Ἐκκλησίας φωστῆρά τε καὶ διδάσκαλον ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ παρανόμως τε καὶ ἀκρίτως συνεκδιώξας αὐτῷ καὶ τὸν Χριστόν." ̣2 ̣ Τελευτήσαντος δὲ Ἰωάννου, χειροτονεῖται πατριάρχης Ἀρσάκιος. ̣3 ̣ Ἡ δὲ νέα ∆αλιλὰς Εὐδοξία κατὰ μικρὸν τῷ ξυρῷ τῆς ἀπάτης ̣130a ξυρήσασα, κατάραν ἐπήγαγεν ἑαυτῇ ἔνδικόν τε καὶ ἀνεξάλειπτον, δε σμεύσασα φορτίον ἁμαρτημάτων δυσβάστακτον, 496 καὶ προσθεῖσα τοῖς πρώην αὐτῆς δεινοῖς καὶ πολλοῖς ἁμαρτήμασιν. ̣4 ̣ Ὁ δέ (γε) μέγας Ἰσίδωρος πρός τινα γράφων, οὕτως φησίν· "Ἐρωτᾷς τὴν περὶ τὸν θεσπέ σιον Ἰωάννην τραγῳδίαν· ἀλλὰ φράσαι ταύτην ἀπορῶ· νικᾷ γὰρ τὸν νοῦν ἡ μέθη τοῦ πράγμα τος. Μικρὰ δὲ μάνθανε, ἅπερ ἡ Αἴγυπτος ἠγνόησε, Μωσέα μὲν παραιτουμένη, τὸν δὲ Φαραὼ οἰκειου μένη, τοὺς ταπεινοὺς μαστίζουσα καὶ τοὺς κοπου μένους θλίβουσα, πόλεις οἰκοδομοῦσα καὶ τοὺς μι σθοὺς ἀποστεροῦσα καὶ μέχρι (τοῦ) νῦν τούτοις ἐμμελετῶσα, τὸν λιθομανῆ καὶ χρυσολάτρην προ βαλλομένη Θεόφιλον, τέσσαρσι συνεργοῖς καὶ συν αποστάταις ὀχυρωθέντα, τὸν θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρωπον, τὴν περὶ τὸν ἐμοὶ ὁμώ νυμον ἀπέχθειαν καὶ δυσμένειαν ὁρμητήριον τῆς οἰκείας εὑρηκότα σκληρότητος· ἀλλ' "Ὁ μὲν οἶκος ∆αυῒδ κραταιοῦται καὶ πορεύεται· ὁ δὲ οἶκος Σαοὺλ ἀσθενεῖ, καὶ καταισχύνεται, καὶ συμποδίζεται," καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρω πος τοῦ Θεοῦ στεφανίτης καὶ νικηφόρος, καὶ πρὸς τὴν ἄνω γαλήνην μετεχώρησεν." ̣5 ̣ Ὑποστρέφοντι δὲ Ἐπιφανίῳ ἐν Κύπρῳ τὴν ἑαυτοῦ τελευτὴν παρὰ Θεοῦ μεμαθηκὼς πλησιάζου 110.737 σαν, λέγεται εἰρηκέναι τοῖς αὐτὸν παραπέμπουσιν· "Σπεύδω ἐγώ· ἀφίημι δὲ ὑμῖν τὰ βασίλεια, καὶ τὴν πόλιν, καὶ τὴν ὑπόκρισιν." Ὅς γε καὶ Ἰωάννου τὴν ἐν ἐξορίᾳ τελευτὴν καὶ νίκην ἐδήλωσε, καὶ Ἰωάννης ὁμοίως Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ κοίμησιν· ἐκ θείας ἐπιπνοίας ταῦτα προμυήθησαν οἱ μακάριοι, ἵνα μή τις ἔχθραν ἔχειν αὐτοὺς ὑποπτεύσειε κατ' ἀλλήλων· οὐ γὰρ ἂν οἱ τοιοῦτοι θεηγόροι καὶ θεοφιλεῖς διδάσκαλοι, καὶ τοῦ εἰρηνοποιοῦ Χρι στοῦ μαθηταὶ γνήσιοι, τοῦ φάσκοντος· "Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ 497 μαθη ταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις," ἔχθραν ἔχοντες ἐτελεύτησαν· ἄπαγε! Εἰ γὰρ καὶ μικρὸν σκάνδαλον τὸ προῤῥηθὲν γέγονε μεταξὺ, τὴν ἀνθρω πίνην ἀσθένειαν ἐλέγχον πρὸς ὀλίγον, ἀλλ' οὖν γε θᾶττον εἰς τὴν κορυφὴν τῶν ἀρετῶν (αὖθις) ἀνήχθη σαν, τὴν ἀγάπην, περὶ ἧς λέγει Παῦλος ὁ ἀπόστο λος· "Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν," καὶ ὅτι "Ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει." ̣6 ̣ Μετὰ δὲ τὴν Ἰωάννου τελευτὴν ἐπίσκοπός τις ἅγιος, Ἀδελφιὸς τοὔνομα, ἔλεγεν, ὅτι· "Λύπην εἶχον ἀφόρητον, διότι ὁ τοιοῦτος ἀνὴρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἔξω τοῦ θρόνου ἐκοιμήθη. Ἐδεόμην οὖν τοῦ Θεοῦ μετὰ πολλῶν δακρύων, ἵνα δείξῃ μοι αὐτὸν ἐν ποίᾳ καταστάσει ἐστὶ καὶ εἰ μετὰ τῶν πατριαρχῶν ἐτάγη. Ἐπὶ πολὺν οὖν χρό νον τοῦτο εὐχόμενος, ἐν μιᾷ γίνομαι ἐν ἐκστάσει, καὶ θεωρῶ ἄνδρα πάνυ εὐειδῆ κρατήσαντά με τῆς δεξιᾶς χειρὸς, ὃς ἀπαγαγών με εἰς τόπον λαμπρὸν καὶ