215
ἐθελοθρησκείαν καθῃρηκότες, οἷος ὁ Παῦλος λέγων· "Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ," τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πο 2480 λιτείαν. Περὶ ὧν φησι καὶ ∆αβίδ· "Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν." Ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται διὰ τῶν ἑξῆς, οἱ ἐρημώσαντες μὲν τὴν Σιὼν, οὐ μὴν καὶ οἰκοδομήσαντες. Περὶ ὧν φησι, καὶ οἱ ἐρημώσαντες ἐκ σοῦ ἐξελεύσονται· ὃ καὶ καθ' ἱστορίαν ἐσώζετο, μετὰ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν τοῦ τῶν Ἰουδαίων ἔθνους ἐκπεπτωκότος τῆς αἰσθητῆς Ἱερουσαλὴμ, πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωποποιεῖ καθάπερ τινὰ νύμφην ἐπὶ πλήθει τέκνων κομῶσαν πρὸς ἥν φησιν· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Καὶ, Ὅτι πάντας αὐτοὺς, ὡς κόσμον, ἐνδύσῃ. Τίνας δὲ πάντας καὶ πόθεν ἐδίδαξε προειπών· "Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι περὶ τῶν τεσσάρων κλιμάτων, εἰπὼν οὓς καὶ κόσμον τῆς τοῦ Χριστοῦ νύμφης Ἐκκλησίας καλεῖ. Ψυχαῖς γὰρ αὐτὴ κοσμίαις σεμνύνεται, τὰς αὐτῶν ἀρετὰς, καὶ τὰ πνευματικὰ τούτων χαρίσματα, ἀντὶ λίθων τιμίων περικειμένη. ∆ιόπερ αὐτὴν ἱματισμῷ περιχρύσῳ καὶ πεποικιλμένῳ κεκοσμῆσθαι φησὶν ἡ Γραφὴ ὡς ἕκαστον ἐξ αὐτῆς εὐχαριστοῦντα λέγειν· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφη περιέθηκέ μοι μίτραν." Τινὲς δὲ τὸ παρὸν ῥητὸν δηλοῦν ἔφασαν τὴν ἐπ' ἐσχάτου τῶν ἐξ Ἰσραὴλ σωτηρίαν, ὅτ' ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Εἶτά φησι, Καὶ τὰ ἔρημά σου στενοχωρήσει. Ἀντὶ γὰρ τῶν ἐκ περιτομῆς, τὸ τῶν ἐθνῶν ἀντεισενήνεκται πλῆθος. Ἀνθ' ὧν φησιν· Οἱ καταπίνοντές σε, μακρυνθήσονται· ψευδοπροφῆται δηλονότι, καὶ καθηγηταὶ τοῦ λαοῦ, περὶ ὧν ἔλεγεν· Οἱ καταπίνοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Εἶτα τοὺς υἱοὺς τῆς Ἐκκλησίας εἰσάγει τόκον αἰτοῦντας διὰ τὸ πλῆθος πλατύτερον, οἵτινες ἦσαν ἐν ἀπωλείᾳ τὸ πρότερον. Ὅθεν φησὶν οὓς ἀπώλεσας, ὧν τὸ πλῆθος θαυμάζουσα, τὴν ἐκ τῶν Ἰουδαίων ἀτεκνίαν ὁμολογεῖ λέγουσα· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα. Εἰ δὲ περὶ τῶν ἐθνῶν νοοῖτο, δηλοῖ τὴν προτέραν αὐτῶν πρὶν κληθῆναι κατάστασιν. Σύμφωνον δὲ τῷ, ποίησόν μοι τόπον, τὸ "Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου. Καὶ [τὰς δέρεις] τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον." Τοῦτο δὲ καὶ τῆς παρὰ Μωσεῖ σκηνῆς τὰ μήκη καὶ πλάτη δηλοῖ. Λεγούσῃ δὲ, Τίς ἐγέννησέ μοι τούτους; λεκτέον· Ἡ πίστις ἡ ἐν Χριστῷ, αὐτός τε Θεός. Ὃς καὶ πυνθανομένῃ φησίν· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς· δηλῶν πόθεν ἥξει τῶν υἱῶν αὐτῇ καὶ θυγατέρων τὸ πλῆθος, χεῖρα καλῶν τὴν ἰδίαν ἰσχύν τε καὶ δύναμιν, τὸν Χριστὸν, ὃς διὰ τῶν θαυμάτων γέγονε τοῖς ἔθνεσιν ὑψηλὸς, καὶ διὰ τῆς ἀναστάσεως. Νήσους δὲ τὰς κατὰ μέρος Ἐκκλησίας, ἐξ ὧν ἡ μία καὶ καθολικὴ πανταχοῦ. Σύσ 2481 σημον δὲ, τὸ περὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως κήρυγμα. Ἀντὶ δὲ τοῦ ἐν κόλπῳ, ἐν ἀγκάλαις ἐξέδωκαν οἱ λοιποί. Τίνες δὲ τοῦτο ποιήσουσιν; δῆλον ὡς ἀπόστολοί τε, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷα νηπίους χειραγωγοῦντες τοὺς προσιόντας τῇ πίστει, οἷς ἔλεγε καὶ Παῦλος· "Γάλα ὑμᾶς ἐπότισα." Καὶ πάλιν· "Τεκνία μου, οὓς πάλιν ὠδίνω." Καὶ πάλιν· "Ὡς ἂν τροφὸς θάλπη τὰ ἑαυτῆς τέκνα," οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· ὅτε καὶ τῶν προσιόντων ἐβόα τὸ πλῆθος· "∆εῦτε, ἀναβῶμεν εἰς τὸ |ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ," καὶ τὰ ἐφεξῆς. ∆ηλοῖ δὲ τὸ, ἐν κόλποις, καὶ ἐπ' ὤμων, τὸ χωρὶς ἱδρῶτος, τοῦ Θεοῦ τὴν ὁδὸν κατευθύνοντος, κατὰ τὸ, "Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο." Καὶ ὡς ἐκ τοῦ Βαπτιστοῦ δὲ ἐλέγετο τὸ, "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου," καὶ τὰ ἑπόμενα. Τὴν δὲ τιμὴν τῶν πιστῶν τὴν εἰς ἄκρον δηλοῖ τὸ, Τιθηνοὺς λέγειν βασιλεῖς, καὶ τὰς ἀρχούσας τροφοὺς, τὴν ἀνωτάτω δηλοῦν, καὶ τὰς κατ' ἔθνος. Ἀρχὰς τροφῶν δίκην ἐξυπηρετουμένων τοῖς ἐνδεέσι τῆς Ἐκκλησίας διὰ τῶν διδομένων σιτηρεσίων. Καὶ ἄλλως δὲ, ἡ πολλὴ κηδεμονία δόξαν τροφέων