216
παρίστησιν, οἳ καὶ κλίνοντες ἐν Ἐκκλησίᾳ γόνυ, τῇ γῇ τὸ μέτωπον προσερείδουσι, καὶ τὸν χοῦν, ὡς εἰπεῖν, ἐκλαχεῖν διὰ πίστιν ποθοῦντες. Ταῦτα δὲ πρὸς τὴν βασίλισσαν τὴν ἐκ δεξιῶν Χριστῷ παρισταμένην ὁ τεσσαρακοστὸς τέταρτος λέγει ψαλμὸς, ἣν καὶ ἐξ ἀλλοφύλων οὖσαν δηλοῖ. Ὅμοια δὲ καὶ εἰς αὐτὸν τὸν βασιλέα ὁ ἑβδομηκοστὸς πρῶτος. Οὐκοῦν περὶ τῆς Ἐκκλησίας τῆς ἐν Χριστῷ, τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ, ἣ τὴν δόξαν ἔχει τοῦ Χριστοῦ. Τούτων δὲ, φησὶ, γιγνομένων, γνώσῃ ὅτι ἐγὼ Κύριος καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. Καλὸν γὰρ μὴ ἀπογινώσκειν τὴν ἐλπίδα πρὸ τῆς τῶν ἔργων ἐκβάσεως. Εἶτα διδάσκει, τίνα τρόπον τὰ ὑπὸ χεῖρα τοῦ διαβόλου πρότερον ἔθνη ἠλευθερώθη διὰ τῆς τοῦ Σωτῆρος δυνάμεως. Ὃ διὰ τῆς παραβολῆς ἐδήλωσεν ὁ Χριστός· "Πῶς, λέγων, δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν;" Καὶ νῦν δέ φησι, Μή τι τῷ τυχόντι δυνατὸν παρὰ τοῦ διαβόλου σκῦλα λαβεῖν; ὃν ἐκάλεσε γίγαντα· κἂν ἐπιχειρῇ δέ τις τοῦτο δικαίως ποιῶν, ἄρα ἀθῶος γενήσεται, καὶ οὐ κρατηθεὶς κινδυνεύσει; ἀντὶ γὰρ τοῦ ἀδίκως, τὸ Ἑβραϊκὸν δικαίως ἔχει. ∆ίκαιον μὲν γὰρ τοῦτο ποιεῖν. Ἀλλὰ τίς τοσοῦτόν ἐστι δυνατός; ἄνθρωπος μὲν οὐδείς. Ὅπως δὲ τὸ παρὰ ἀνθρώποις ἀδύνατον, τῷ Θεῷ δυνατὸν ἐπιφέρει. Εἰ δὲ ἀδίκως ἔχει, κατὰ τοὺς Ἑβδομήκοντα, τὸ ῥητὸν, περὶ τοῦ διαβόλου φησὶ, δηλῶν ὡς ἀδίκως ἐπιπηδήσας τοῖς ἠδικηκόσι 2484 μηδὲν, καὶ λαβὼν αἰχμαλώτους, οὐ σωθήσεται. Τοιοῦτο δέ φησιν ἀλλαχοῦ· "Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. ∆ιότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον." Οἰκίαν δὲ αὐτοῦ τὸν κόσμον διὰ τῆς παραβολῆς ὑπῃνίξατο, καὶ σκεύη τὰς ψυχὰς, ἃς ἐσκύλευσεν ἐξ αὐτοῦ. Ὃ δὴ ποιήσας, καὶ εἰς ἡμᾶς παρέπεμψε τὸ νικᾷν. Τοῦτο γὰρ καὶ Παῦλος λαβὼν ἔφασκε, "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." ∆ιὰ τοῦτο καὶ δαίμονας νικῶμεν, καὶ παθῶν περιγινόμεθα ψυχικῶν ὅπλον εὐδοκίας ἔχοντες τὸν Χριστὸν, καὶ σκυλεύομεν αὐτὸν, τὴν ἡμετέραν σώζοντες, καὶ τῶν πλησίον ψυχάς. ∆ιό φησιν· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα. Λαμβάνων δὲ, παρὰ ἰσχύοντος σωθήσεται. ∆ιὰ Χριστοῦ γὰρ σκυλεύομεν αὐτὸν, καὶ σωζόμεθα, τοῦ εἰπόντος· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος. Ὅτι γὰρ ὁ ταῦτα πράξας ἐστὶν αὐτὸς δηλοῖ λέγων ἑξῆς· Ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ. Καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι, ἑαυτῷ μόνῳ δυνατὸν τὸ χρῆμα δεικνὺς, καὶ τὰ σκῦλα δηλῶν τοὺς υἱούς. Οἱ δὲ τούτους ἀφαιρεθέντες, οὐκ ἔτι τὰς ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι, τὰς ἑαυτῶν φάγονται. Οὐ δὲ τὸ αἷμα τῶν ἀνθρωπίνων ψυχῶν ἐκπίνειν δυνάμενοι, τὸ ἑαυτῶν αἷμα εἰς μέθην πίονται, ὅτε πάντες οἱ ἐν σαρκὶ τυγχάνοντες ἄνθρωποι γνώσονται ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε τὴν ἐμαυτοῦ πόλιν. Καθ' ἑτέραν δὲ διάνοιαν, ὡς ἐξ ἑτέρας ἀρχῆς, περὶ τῶν διωξάντων τὴν Ἐκκλησίαν ὁ λόγος, ὅτιπερ ἐσχάτας τίσουσι δίκας, ὡς γνωσθῆναι πᾶσιν, ὅτι μὴ θνητῆς ὑπῆρχε δυνάμεως τῆς Ἐκκλησίας ἡ σκέπη, τοῦ δὲ Θεοῦ Ἰακώβ. Εἰς καιρὸν δὲ ῥηθεὶς Ἰακὼβ ἀναπέμπει τὴν ἔννοιαν ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ φανέντα, τὸν Υἱὸν τοῦ Θεοῦ. ∆ύναται δὲ καὶ πάντα δηλοῦν πτερνίζοντα τὸν διάβολον, καὶ τοὺς τῆς ἁμαρτίας παραλύοντα βρόχους. Τὸ δέ· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς, ἱστορικῶς τινες πάλιν ἐξέλαβον, περὶ τῶν ἐν αἰχμαλωσίᾳ. Βουλομένου γάρ μου συναχθήσεσθε, φησὶ, πανταχόθεν ὑπὸ τῶν ἐχθρῶν δορυφορηθησόμενοι. Τοῦτο δὲ μέχρι τῆς ἐπαγγελίας ἔστη μὴ γενόμενον ἔργῳ, οὐχ ὡς ψευδὲς, ἀλλ' ὡς ἐκείνων διὰ τὸ ἀνάξιον μὴ δεδωκότων καιρὸν ταῖς θείαις ἐπαγγελίαις· πρὸς δὲ τὰς κακὰς αὐτῶν ἐννοίας μαχόμενος, δείκνυσιν ὡς οὐ διὰ τὴν αὐτοῦ γεγόνασιν ἀδυναμίαν αἰχμάλωτοι, διὰ δὲ τὰς ἑαυτῶν ἁμαρτίας. Ὡς γὰρ οὐδεὶς τῶν παρ' ὑμῖν νομιζομένων γιγάντων ὑπὸ ἀσθενεστέρου σκυλεύεται, ἄδι