ἐπὶ νοῦν λαβεῖν ἐν τούτοις ἄνδρα χρυσογνώμονα, ὃς τὸ τάλαντον, δι' οὗ σταθμᾶται, προχειρισάμενος καὶ 2.532 ἐκ τοῦ συγκεκλάσθαι ἀνεγείρας τιταίνει, ὅ ἐστιν ἐξαπλοῖ, καὶ μέσου λαβόμενος ἀνορθοῖ καὶ ἐντίθησι τὸ δοκοῦν. καὶ ἡ ῥοπὴ ὅποι τύχῃ καθέλκει, ὡς τὴν μὲν πλάστιγγα ἕζεσθαι, τὴν δὲ μετεωρίζεσθαι ὑψοῦ. (ῃ. 74) Ἔνθα ὅρα τὸ ἕζεσθαι, γλυκέως ὡς ἐπί τινος ἐμψύχου λεχθέν, οἷα καὶ ἑκατέρας κηρὸς ἐμψύχου πλαττομένης μυθικῶς, [ὧν ἡ μὲν ἐπὶ χθονὶ ἑζομένη διὰ πλεῖον βάρος τοὺς ἐνσχεθησομένους τῇ γῇ καὶ τεθαψομένους ἐμφαίνει, ἡ δὲ πρὸς οὐρανὸν ἀειρομένη θειότερόν τι αἰνίττεται πρᾶγμα, ὅπερ ἐστὶ τὸ ζῆν κοῦφα βιβῶντας ἐν μάχῃ καὶ οἷον ἀνωφορουμένους ταῖς ἐλπίσι καὶ μετέωρα θέοντας, οἷς αἴρει αὐτοὺς τὸ μοιρίδιον.] (ῃ. 72) Σημείωσαι δὲ ὅτι τε ἐκ τοῦ ῥέπειν θανασίμως τὰ τοῦ ∆ιὸς τάλαντα καὶ ἡ Τραγῳδία λαβοῦσα ἔφη τὸ «δέδορκε φῶς ὡς ἐπὶ σμικρᾶς ῥοπῆς», καὶ τὸ «σμικρὰ παλαιὰ σώματ' εὐνάζει ῥοπή», ἔνθα τὸ εὐνάζειν ταὐτὸν τῷ «κῆρας ἐπὶ χθονὶ ἕζεσθαι». καὶ ἡ κοινὴ δὲ γλῶσσα ἐντεῦθεν τοὺς θνῄσκοντάς φησιν εἰς τὰ τοῦ Ἅιδου κεῖσθαι ζυγά. καὶ ὅτι τῆς μάχης μὲν ἐπὶ ἶσα τεταμένης, ὅτε ἀμφοτέρων ἅπτεται τὰ βέλη, ῥοπὴν ἴσην ἔχειν ἐκείνη δοκεῖ, ὅτε δὲ θάτερον ὑπέρσχῃ μέρος, ἑτερορρεπεῖν λέγεται. καὶ ὅτι τοῦ ἕλκειν, ἐξ οὗ καὶ ἡ κατὰ σταθμὸν ὁλκή, ἀνάπαλιν ἔχει τὸ καθέλκειν. ὁ μὲν γὰρ ταλαντεύων ἕλκει μέσα λαβών, τῶν δὲ σταθμωμένων τὸ βαρύτερον καθέλκει, ῥέπον δηλαδὴ ὡς οἷα ῥιπτούμενον, ἐπεὶ καὶ ἐκ τοῦ ῥέπειν τὸ ῥιπτεῖσθαι παράγεται, ὡς καὶ προδεδήλωται. (ῃ. 73) Ἰστέον δὲ καὶ ὅτι γῆς ἐπιθέτων ὄντων τοῦ πολυβότειρα, βωτιάνειρα, βότειρα καὶ παμβῶτις, τοῦτο μὲν καθολικώτερον σέμνωμα γῆς τῆς πάντα τρεφούσης. οὕτω δέ πως καὶ τὸ βότειρα. μερικὸν δὲ ἡ πολυβότειρα, ἔτι δὲ μερικώτερον ἡ βωτιάνειρα, ἧς πρωτότυπον ἡ βῶτις, ἀφ' ἧς κατὰ σύνθεσιν ἡ παμβῶτις, ἐκτείνουσα διὰ μέτρον τὸ ˉω, καθὰ καὶ 2.533 ἡ βωτιάνειρα καὶ ὁ βώτωρ. Τοῦτο μέντοι καὶ ὡς ἀπὸ τοῦ βούτης ∆ωρικῶς ἐξέτεινε τὴν ἄρχουσαν, ἐξ οὗ καὶ ἡ βῶτις εἶναι δοκεῖ. Ὡς γὰρ ὁ δεσπότης καὶ ἡ δεσπότις, οὕτω καὶ ὁ βούτης ἤτοι βώτης, καὶ ἡ βῶτις, ὅθεν καὶ ἡ παμβῶτις καὶ ἡ βωτιάνειρα. [Ἰστέον δὲ ὅτι τῶν τῆς γῆς ἐπιθέτων τὸ μὲν ζείδωρος καὶ πολυβότειρα κοινὰ γῆς ἐπίθετά φασιν οἱ παλαιοί. ∆ῆλον δὲ ὅτι οὕτω κοινὸν καὶ τὸ παμβῶτις καὶ πρὸ πάντων τὸ ἀπείρων καὶ ἄσπετος καὶ ὅσα τοιαῦτα. τὸ μέντοι χυτὴ γαῖα ἴδιόν φασι, τουτέστι γῆς τινος ἐπίθετον, χοώδους δηλαδὴ καὶ οἵας ἐπιχέεσθαι ἢ νεκροῖς ἢ καὶ ἀλλοίοις σώμασιν. Εἴη δ' ἂν τοιούτου ἐπιθέτου καὶ ἡ κατὰ τοὺς Ἐρεμβοὺς παρδαλέη γῆ, καὶ ἡ ἀργιλώδης δέ, ἤδη δὲ καὶ ἡ μέλαινα.] (ῃ. 72) Τὸ δὲ αἴσιμον ἦμαρ εἰς ταὐτὸν ἄγεται τῇ ταλαντευομένῃ κηρί, ὡς ἶσον ὂν ῥέπουσαν εἰπεῖν κῆρα καὶ ῥέπον αἴσιμον ἦμαρ, τὸ κατ' αἶσαν δηλαδὴ κάτω φέρον τοὺς Ἀχαιούς. (ῃ. 75) Ὅτι Ζεὺς ἐξ Ἴδης μεγάλαἔκτυπεν ἐκφοβῶν τούς, ὡς εἴρηται, κατασταθμηθέντας Ἕλληνας καὶ ὡς οἷον ἀπειλητικῶς ἐκδειματῶν, οἷς οὐχ' ἁπλῶς ἔκτυπεν, ἀλλὰ μεγάλ' ἔκτυπε. (ῃ. 75-7) ∆αιόμενον δὲ ἧκεν, ὅ ἐστιν ἀφῆκε, σέλας μετὰ λαὸν Ἀχαιῶν, ἤγουν εἰς Ἀχαιούς. «οἳ δὲ ἰδόντες θάμβησαν καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν». (ῃ. 78-89) Εἶτα διασαφῶν τί τὸ κατὰ πάντων χλωρὸν δέος, ἐπάγει «ἔνθ' οὔτ' Ἰδομενεὺς τλῆ μίμνειν οὔτ' Ἀγαμέμνων οὔτε δύ' Αἴαντες μενέτην, θεράποντες Ἄρηος· Νέστωρ οἶος ἔμιμνε Γερήνιος, οὖρος Ἀχαιῶν, οὔτι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ, σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ, ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε φασγάνῳ ἀΐσσων, τόφρα Ἕκτορος ὠκέες ἵπποι ἦλθον ἀν' ἰωχμόν, θρασὺν ἡνίοχον φορέοντες, Ἕκτορα». ὅτε καὶ ἀπώλετο ἂν ὁ γέρων, εἰ μὴ ∆ιομήδης ἐβοήθησε. (ῃ. 91-9) Φησὶ γὰρ «καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν, εἰ μὴ ἂρ ὀξὺ νόησε βοὴν ἀγαθὸς ∆ιομήδης», ἔσχατος δηλονότι πάντων φεύγων, καὶ παρεβοήθησεν ἐξ ἀνάγκης μόνος, ὅτε αὐτὸς μὲν