217
2485 κον ὑπομένων αἰχμαλωσίαν, ἀναιρεῖ δὲ τὸν ἐγχειρήσαντα· οὕτως οὐκ ἐνῆν ἐμοῦ μὴ θελήσαντος, τοὺς λαβόντας ὑμᾶς αἰχμαλώτους ἑλεῖν, Εἰ μὴ καθ' ἑαυτῶν ἡμαρτηκότες τὴν αἰτίαν παρέχετε. Πλὴν ἐλεήσας ὑμᾶς μὲν ἀνακαλέσω, ἐκείνους δὲ τιμωρήσομαι τὴν καθ' ὑμῶν ἐπιτείναντας κόλασιν· καὶ σαρκῶν τῶν ἰδίων γευσάμενοι γνώσονται τὸν ποιήσαντα, καθὰ καὶ Ναβουχοδονόσορ διὰ σημείων παιδευθεὶς μέγαν ὡμολόγει τὸν Θεὸν ∆ανιήλ. Τινὲς δὲ τὰ περὶ τοῦ γίγαντος ἐξηγούμενοι λέγουσιν· Οὐχ ἥττηται τὸ δυνατὸν τῆς Ἱερουσαλὴμ, οὐδὲ ἡ δικαιοσύνη ἡ ἐν αὐτῇ, ἀλλὰ δι' ἁμαρτίας κεκράτηται. ΚΕΦΑΛ. Νʹ. αιαʹ. 9Οὕτως λέγει Κύριος, ποῖον τοῦτο βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑποχρέῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν; τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων9, κ.τ.λ. ∆ιελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τήν τε δι' αὐτοῦ τῶν ἐθνῶν κλῆσιν, καὶ τὴν σύστασιν τοῦ θεοσεβοῦς πολιτεύματος, καὶ τοῦ ῥηθέντος γίγαντος τὴν καθαίρεσιν, μεταβαίνει πάλιν ἐπὶ τοὺς ἐκ περιτομῆς, ὥσπερ ἀπολογούμενος διὰ τί τὰ ἔθνη ἐπισκοπήσας, αὐτοὺς ἐκδότους ἐποίησεν. Τούτου γὰρ αἴτιοι, φησὶν, ὑμεῖς, οὐκ ἐγώ. Οὐ γὰρ ἐγὼ τὴν μητέρα ὑμῶν ἀπεπεμψάμην Συναγωγὴν, ἢ τὴν ἐπὶ τῆς Ἱερουσαλὴμ (οὐ τοῦτο γὰρ ἡ διὰ Μωσέως νομοθεσία δηλοῖ) σχέσιν δὲ τὴν περὶ ὑμᾶς· ἣν ὁ Μωσῆς, ὡς ἔδνα νύμφῃ δοῦναι βουλόμενος, καὶ φέρων ὑμῖν, μοιχεύσασαν διὰ τῆς μοσχοποιίας εὑρὼν τὴν Συναγωγὴν διέσπασεν ἀναξίαν εὑρὼν τῶν ἐμῶν δωρεῶν. Παραβάλλει δὲ ἑαυτὸν ποτὲ μὲν ἀνδρὶ, ὡς πρὸς γυναῖκα, ποτὲ δὲ ∆εσπότῃ, ὡς πρὸς οἰκέτας. Οὐδὲ γὰρ ὡς ἄν τις ∆εσπότης ὀφείλων ἀπεδόμην ὑμᾶς. Ἀλλ' ὑμεῖς ἀπ' ἀρχῆς εἰς τέλος παρανομοῦντες ἐκβέβλησθε, πραθέντες τοῖς ἁμαρτήμασιν, οἷς ἐδουλώθητε, τοὐμὸν μέρος γεγονότες αὐτεξούσιοι καὶ ἐλεύθεροι. Καὶ τέλος, οὐκ ὤκνησα Θεὸς ὢν, ἐλθεῖν πρὸς ὑμᾶς, ὑποκαταβὰς τῆς ἀξίας τῆς ἐμαυτοῦ, καὶ γενόμενος ἄνθρωπος· καὶ καλοῦντι πρὸς σωτηρίαν ὑπήκουσεν οὐδείς. Οὐκ ἦν δὲ ἄνθρωπος, φησὶν, ἐπειδὴ τὸ ἀνήκοον πλῆθος οὐδὲ εἶναι λελόγισται. Οἱ δὲ ὑπακούσαντες, ὡς πρὸς ὅλον τὸ ἔθνος ὀλίγοι, ὡς μὴ ἀριθμεῖσθαι εἰς λόγον τοῦ ἔθνους. ∆ιὸ καὶ ὑπεξῃρήθησαν, ὡς ὁ Λὼτ ἀπὸ Σοδόμων. Οὐ γὰρ τοσούτους ἔδει παρασχεῖν τῷ Κυρίῳ τὴν ἁγίαν γῆν. Ὅθεν καὶ σημεῖον τῆς ἀκαρπίας αὐτῆς ἡ ξηρανθεῖσα συκῆ. Τοῦτο δὲ καὶ διὰ τῆς Εὐαγγελικῆς παραβολῆς τῶν παρῃτημένων τὸ δεῖπνον σημαίνεται, τῶν ἐν 2488 ταῖς ὁδοῖς ἀντικεκλημένων, περὶ ὧν ἐν τῷ παρόντι 2488 προφήτῃ φησὶν ὁ Χριστός· "Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με." Περὶ δὲ τῶν Ἰουδαίων ἐπάγει· "Ὅλην τὴν ἡμέρανἐξεπέτασα τὰς χεῖρά μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα." Οὓς καὶ καλῶν ἐν Εὐαγγελίοις ἔλεγε· "∆εῦτε πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς," καὶ τοιαῦτα πολλάκις. Ἀλλ' ἄρα μὴ σῶσαί μου, φησὶν, ἀσθενοῦντος, εἰς αἰχμαλωσίαν ἀπήχθητε; καὶ οὐ δυνήσεσθε σωθῆναι τῆς ἐκείνου τυραννίδος, τοῦτο πρὸς τοὺς Θεὸν βλασφημοῦντας ὡς οὐ δυνηθέντα σῶσαι τὸν λαὸν, ὁποῖον καὶ ὁ Σωτὴρ πρὸς τοὺς οἰομένους αὐτὸν ἄκοντα πάσχειν, περὶ τῆς τῶν ιεʹ λεγεώνων φησὶ παραστάσεως· ἤγουν, ἐπειδὴ εἶπεν μηδένα ὑπακοῦσαι καλοῦντι, δείκνυσιν ὡς πρὸς τῶν μὴ ὑπακοῦσαι, τὰ πάντων ἀθεσμότατα κατ' ἐμοῦ διεπράξασθε. Καὶ πρὸς ταῦτα δὲ, φησὶν, ἀνεξικάκως ἠνέχθην, δυνάμενος μηδὲν ὅλως παθεῖν; ὡς ἐδήλωσε πρότερον Ἐρυθρὰ ξηρανθεῖσα πρὸς διάβασιν θάλασσα· καὶ ποταμὸς Ἰορδάνης· καὶ σκότος τριήμερον ἐν Αἰγύπτῳ γενόμενον. Ὁ γὰρ Σύμμαχος ἐξέδωκεν· Ἰδοὺ ἐν τῇ ἐπιτιμήσει μου ἐξήρανα θάλασσαν, ἐποίησα ποταμοὺς ἔρημον. Κἂν ἐπὶ μέλλοντος δὲ ληφθῇ νοητέον ὡς τοῦ Θεοῦ, εἰ βούλοιτο, δυναμένου ποιῆσαι τὰ παραπλήσια. Τὸ δὲ σκότος καὶ ποιήσαντες ἐν τῇ συντελείᾳ τῶν ὅλων, ἐν ᾗ καὶ τὸ πᾶν ἀφανισθήσεται, τῶν βίων πρὸς ἀξίαν εὐθυνομένων. Καὶ ἐπὶ τῆς πρώτης δὲ παρουσίας ἀπειληθεῖσα πρὸς αὐτοῦ ἡσύχασε