βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἐστὶν, βαπτίζει ταύτην· ἦν γὰρ Ἑλληνὶς, καὶ Εὐδοκίαν μετωνόμασε. ̣4 ̣ Καὶ συνῆψεν αὐτὴν τῷ ἰδίῳ ἀδελφῷ πρὸς γάμον (συνευδοκοῦντος καὶ τοῦ προσφιλεστάτου Παυλίνου, ὃς γενόμενος μάγιστρος ἐτιμήθη μειζόνως ὡς συνεργὸς καὶ παράνυμφος. Καὶ μέντοι καὶ τοὺς ἀδελφοὺς αὐτῆς μεταστειλάμενος, ἀξιωματικοὺς ἐποίησε). ̣5 ̣ Μετὰ ταῦτα συνέβη προελθεῖν τὸν Βασιλέα κατὰ τὴν ἡμέραν τῶν Θεοφανίων καὶ Παυλῖνον ἀη δισθέντα μὴ εὑρεθῆναι μετὰ τοῦ βασιλέως· καὶ ἐπέ δωκέ τις πένης τῷ βασιλεῖ μῆλον φρυγιατικὸν μέγα σφόδρα, ὅπερ δεξάμενος ὁ βασιλεὺς καὶ θαυμάσας καὶ πᾶσα ἡ σύγκλητος, ἔδωκε τῷ πένητι νομίσματα ρʹ, τὸ δὲ μῆλον ἀπέστειλε τῇ βασιλίσσῃ, ἡ δὲ τῷ Παυλίνῳ, ὁ δὲ τῷ βασιλεῖ εἰσερχομένῳ ἐν τῷ παλα τίῳ. Ὁ δὲ βασιλεὺς λαβὼν τοῦτο καὶ ἐπιγνοὺς ἐζή τει αὐτὸ παρὰ τῆς βασιλίσσης· ἡ δὲ εἶπεν ὅτι "Ἔφαγον αὐτό;" καὶ ὁρκίσας αὐτὴν κατὰ τῆς ἑαυ τοῦ σωτηρίας, ἠρνήσατο ἐμμενώτερον. Τότε ὑπέδειξεν αὐτῇ τὸ μῆλον. Ἡ δὲ ἰδοῦσα αὐτὸ κατῃσχύνθη καὶ ἔμεινεν ἄφωνος. Ὁ δὲ βασιλεὺς ὀργισθεὶς κατ' αὐτῆς καὶ ὅτι ἐρῶσα τοῦ Παυλίνου τὸ μῆλον ἔπεμψεν αὐτῷ καὶ διὰ τοῦτο ἠρνήσατο. Καὶ παραυτίκα τὸν Παυλῖ νον ἀνεῖλε. ̣6 ̣ Ἡ δὲ βασίλισσα Εὐδοκία ἐπὶ τοῦτο λυπη θεῖσα, τὸν βασιλέα παρεκάλει εἰς Ἱεροσόλυμα αὐτὴν ἀποσταλῆναι εὐχῆς χάριν. Ὁ δὲ εἴξας τῇ αὐτῆς αἰτήσει, τὴν ἐπιθυμίαν αὐτῆς ἐξεπλήρωσεν. 504 ̣7 ̣ Τῆς δὲ παραγενομένης, πολλὰ καὶ μεγάλα κατορθώματα πεποίηκεν, ἀνανεώσασα τὰ τείχη Ἱερουσαλήμ. ̣8 ̣ Εἰς λόγους δέ τινας ἐρχομένης αὐτῆς πρός τινας, τοῦτο ἔλεγεν, ὅτι "Περὶ ἐμοῦ ∆αυῒδ εἴρηκεν· Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών· καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ." 110.748 ̣9 ̣ Ἐν δὲ τῷ μέλλειν αὐτὴν τελευτᾷν, ἐξω μολογήσατο μὴ συνειδέναι τι κατὰ τῆς Παυλίνου κατηγορίας. ̣10 ̣ Πρόκλου δὲ τελευτήσαντος, Φλαβιανὸς ἀνὴρ ἱερώτατος τῆς Ἐκκλησίας προέστη. ̣11 ̣ Καὶ ἐκ τῶν Γότθων ἔθνη γεγόνασι δʹ, οἵ τε Ὑπόγοτθοι, Γήπεδες καὶ Οὐάνδαλοι, ἐξ ὧν Ἄραβες, καὶ ἤρξαντο διαπερᾷν ἐν τῇ Ῥωμαίων γῇ.
ΣΖʹ. Βασιλεία Μαρκιανοῦ. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Μαρκιανός, ὁ γαμβρὸς αὐτοῦ, ἔτη ʹ. ̣132a Τοῦ γὰρ Θεοδοσίου τελευτήσαντος καὶ μήπω τοῦτο γνωσθέντος τινί, μεταστειλαμένη τοῦτον Πουλχερία ἡ τοῦ βασιλέως ἀδελφὴ στρατιώτην ὄντα καὶ γέροντα καὶ ἐν σωφρο σύνῃ καὶ σεμνότητι βίου διαπρέποντα, φησὶ πρὸς αὐτόν· "Ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δὲ ἐξελεξάμην σε ἐκ πάσης τῆς συγκλήτου ὡς ἐνάρε τον, δός μοι λόγον, ὅτι φυλάσσῃ (μου) τὴν παρθενίαν (ἄσυλον) ἣν τῷ Θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε βασιλέα." Τοῦ δὲ συνθεμένου τοῦτο μεθ' ὅρκου, προσκαλεῖται τὸν πατριάρχην Ἀνατόλιον καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐτὸν βασιλέα. ̣2 ̣ Πολλὰ οὖν, ποιήσασα κατορθώματα καὶ πολλοὺς εὐκτηρίους 505 οἴκους ἀνεγείρασα, καὶ πτωχοτροφεῖα, καὶ ξενῶνας, καὶ ξενοτάφια, καὶ μοναστήρια, ἐν οἷς καὶ τὸν τοῦ Ἁγίου Λαυρεντίου ναὸν ᾠκοδόμησεν, καὶ ἐτελεύτησε παρθένος καταλεί πουσα Μαρκιανὸν βασιλεύειν. ̣3 ̣ Καὶ γὰρ ἦν αὕτη πάσῃ ἀρετῇ κεκοσμη μένη· αὕτη γὰρ καὶ τὸν ἀδελφὸν Θεοδόσιον ἐξεπαί δευσεν εἰς πάντα, οἷον ἦθός τε καὶ λόγον, βάδισμά τε καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσιν· προηγουμένως δὲ τὴν εἰς τὸ Θεῖον εὐσέβειαν ἐπιμελῶς αὐτὸν ἐδίδαξεν. ̣4 ̣ Ὁ δὲ φύσει νωθρός τις καὶ ἀπερίσκοπος ὑπῆρχεν εἰς πάντα, μάλιστα εἰς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας, ἀπαραναγνώστως ὑπέγραφεν, ὅπερ ἡ σοφωτάτη ποτὲ γνοῦσα, σοφῶς ὑπῆλθεν αὐτῷ, δω ρεὰν ὑποβάλλουσα δῆθεν πρὸς δουλείαν ὑποχωροῦσαν τὴν ἑαυτοῦ γαμετὴν τὴν Εὐδοκίαν, ἣν καὶ καθυπο γράψας μὴ πρότερον ἀναγνοὺς, ὕστερον πικρῶς ὀνειδίζεται παρὰ τῆς ἰδίας ἀδελφῆς Πουλχερίας. 110.749 ̣5 ̣ Ὁ δέ γε Μαρκιανὸς εὐσεβὴς ἄγαν καὶ δικαιο κριτὴς ὑπάρχων, ταῦτα περὶ αὐτοῦ γέγραπται, ὅτι ἔτι στρατιώτης ὢν, στυφθεὶς τοὺς πόδας καὶ νοσή σας κατελείφθη ἐν πόλει Συδίμα. Ἀναῤῥωσθεὶς οὖν ᾠκειώθη δυσὶν εὐπόροις ἀδελφοῖς. 506 Ἅμα δὲ αὐτοῖς ἐπὶ θήραν ἐξιὼν μεσημβρίαν ἀναπαυσά μενος