218
θάλαττα, καὶ ἀόρατοι δυνάμεις εἶξαν ἐπιτάγματι διωκόμεναι. Ἅπερ ἐχρῆν Ἰουδαίους ὁρῶντας, μὴ ἀμφισβητεῖν ὅτι οὐκ ἂν ἔπαθεν, εἴπερ ἠβούλετο· καὶ ὅτι σῶσαι δύναται τὴν ὑπ' οὐρανὸν, εἰ καὶ γέγονεν ἄνθρωπος· καὶ μὴ τὸ φαινόμενον ὁρῶντας λέγειν, "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·" δέον μαθεῖν, ὡς αὐτὸς ὁ λαλῶν πάρειμι, ὁ τὰ πάλαι θαυματουργήσας, ἃ δηλοῖ καὶ ∆αβὶδ λέγων· "Τί ἐστί σοι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;" καὶ πάλιν· "Ἴδοσάν σε ὕδατα, ὁ Θεὸς, ἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν." Καὶ περὶ τοῦ Ἰορδάνου πάλιν· "Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ," τοῦτ' ἔστι τοὺς ἐν τῷ νότῳ. Εἰ μὴ ἄρα τις καὶ διὰ τούτων θάλασσαν μὲν ξηραινομένην, τὰ πλήθη τῶν ἀσεβῶν ἐθνῶν αἰνίττεσθαι φήσειεν, ποταμοὺς δὲ ἐρήμους, τοὺς πάλαι κατασύροντας εἰς εἰδωλολατρείαν λόγους· ἰχθύας δὲ τούτων ἀπολλυμένους, τὰς ἑρπούσας ἐν ταῖς τῶν ἀθέων ψυχαῖς δυνάμεις πονηρὰς, ἔνθα καὶ ὁ δράκων διατρίβειν ἐῤῥέθη, κατὰ τὸ, "Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος," καὶ τὰ μετὰ ταῦτα. 2489 Τούτοις δὲ τοῖς τῆς θαλάττης ἰχθύσι καὶ ἑρπετοῖς ὁ λόγος ἀπειλεῖ σκότους, οὐ φωτὸς πλήρη θήσειν τὸν οὐρανόν· εἴποις δ' ἂν πάλιν θάλασσαν μὲν, τὴν τῶν Ἰουδαίων πολυπληθείαν· ποταμοὺς δὲ, τοὺς πρότερον αὐτοῖς λόγους χορηγουμένους· ἰχθύας δὲ, τοὺς μαθητευομένους ταῖς Ἰουδαϊκαῖς παραδόσεσιν· ὧν δὴ προλέγει πάντων ἀφανισμὸν, καὶ τὸ πᾶσι σκότος ἐπιπολάσαν, οὐκ οὐρανοῦ σκοτισθέντος, ἀλλ' αὐτοῖς ἐκείνοις ἐπιπολάσαν ὥσπερ σκοτώδους καλύμματος. ∆ιὸ οὐ ποιήσειν ἔφη, ἀλλ' ἔνδυσιν, ὑποδραμόντος δηλαδὴ τοῦ σκότους κατὰ τῶν ἀναξίων φωτός. Ὁ δὲ σάκκος, πένθους σύμβολον, διὰ τὸ καὶ τὰς οὐρανίους δυνάμεις πενθεῖν αὐτῶν τὴν ἀπώλειαν. ∆υνάμενος οὖν, φησὶ, μὴ παθεῖν, τὸ σῶμά μου τῷ πάθει παρέδωκα. Τοῦτο γὰρ ἐδόκει μου τῷ Πατέρι. ∆ιὸ καὶ κατηγορούμενος ἐσιώπων, ὑπήκοος αὐτῷ μέχρι θανάτου γινόμενος, εἰδὼς ὡς ἔσται μοί ποτε καιρὸς καθ' ὃν οὐκ ἔτι σιγήσομαι γλῶσσαν λαβὼν παρὰ τοῦ Πατέρος ἐν καιρῷ λέγειν ἐπισταμένην· ὅτε μου πανταχοῦ τῆς Ἐκκλησίας καθιδρυμένης, διὰ τῶν ἐμῶν βοήσομαι μαθητῶν πᾶσιν ἔθνεσιν τὸν ἐμαυτοῦ γνωρίζων Πατέρα, αὐτοῦ μοι χαριζομένου καὶ ὦτα ἀκουστικὰ, τῆς ἐμῆς συνιέντα διδασκαλίας τὸν νοῦν, κατὰ τὸ, "Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ," ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα, παιδεύσεως τῆς ἐμῆς μεταλήψεται. Ὁ δὲ Σύμμαχος, Ἔθηκέ μοι πρωῒ γύρῳ φησίν. Ὁ δὲ Ἀκύλας, Ἐπρωῒ ἐξεγερεῖ μοι ὠτίον τοῦ ἀκούειν. Οὗτοι γάρ μοι ἀνθ' ὑμῶν τῶν μὴ ἀκουσάντων γενήσονται, προσεδρευόντων ἀεὶ ταῖς τοῦ νόμου σκιαῖς. Ἐκεῖνοι δὲ τοὺς τύπους εἰς ἀλήθειαν πνευματικῆς θεωρίας ἐκδέξονται, ὑμῶν παρακουσάντων μου λέγοντος· "Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖται ζωὴν αἰώνιον ἔχειν καὶ αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε." Γράφει δὲ καὶ ὁ θεῖος Ἀπόστολος, "Ὅτι ἡνίκαἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." Τινὲς δὲ ὡς ἀπὸ τῶν μαθητῶν εἰρῆσθαι τοῦτό φασι, λαλούντων ἑκάστῳ τὰ πρόσφορα καὶ κατάλληλα· οἳ καὶ τεθεῖσθαι, φασὶν, ἑαυτοῖς καὶ πρωῒ, τοῦτ' ἔστιν εἰς νοῦν καὶ καρδίαν ἡμέρας διαύγασμα, καὶ νοητοῦ φωτὸς ἔλλαμψιν. Καὶ Παῦλος γὰρ εὐχαριστεῖ τῷ Θεῷ λέγων, ὅτι "Ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί." Τινὲς καὶ ὡς ἀπὸ τοῦ προφήτου δυνατὸν τὸ παρὸν ἔφασαν λελέχθαι ῥητόν. Εὐαγγελισαμένου γὰρ αὐτοῦ τὴν αὐτῶν τε, καὶ τῶν ἐθνῶν σωτηρίαν, καὶ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τοῦ κόσμου τὴν συντέλειαν, πόθεν τούτῳ ταῦτα λέγειν ἠπόρουν καθ' ἑαυτούς. Ὁ δέ φησιν· Οὐκ ἐμὸς ὁ λόγος, ὁ χορηγῶν δὲ Χριστὸς, ὃς τοῖς ἑαυτοῦ δίδωσι καιρόν τε λόγου καὶ σύνεσιν πρὸς τὸ νοεῖν. Οὐκ ἀθετῶ 2492 τοίνυν τὴν χάριν ὑπηρετῶν αὐτοῦ τῷ κηρύγματι, πάντα τε παθεῖν ἕτοιμός εἰμι δι' αὐτόν. Κἂν τύπτητέ με, φησὶ, κἂν ἐμπτύητε, τὴν παρ' αὐτοῦ βοήθειαν ἐλπίζων, ἣν εὑράμενος, καὶ τοῦ δικαίου τεύξασθαι προσδοκῶν,