219
ἀντιστήσομαι ὑμῖν ἀντιλέγειν μὴ δυναμένοις. Ἀλλ' ἐπὶ τὸν Χριστὸν ἐπανέλθωμεν, ὅς φησιν Ἰουδαίοις· Ὡς ὑμεῖς μὲν καλούμενοι παρηκούσατε, ἐγὼ δὲ οὐκ ἀπειθῶ τῷ Πατέρι πάντα ἐν ἐμοὶ βουληθέντι ἀνακεφαλαιώσασθαι. Κενώσας δὲ ἐμαυτὸν, τὰ πάντων αἴσχιστα πέπονθα, εἰδὼς μὴ φέρειν μοι αἰσχύνην τῷ πειθαρχεῖν τῷ Πατέρι. Πιλάτου μὲν μαστιγώσαντος, τῶν δὲ ὑπηρετῶν ἑνός με ῥαπίσαντος, ἄλλων δέ μου καταπτυόντων, ὡς στερεὰν πέτραν τὸ πρόσωπόν μου τιθείς. ∆υνάμεως γὰρ ἦν τὸ πρᾶγμα, δι' ἣν ἐκαρτέρουν· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Αὐτὸς γάρ μου καὶ τοῖς ἀνθρωπίνοις ἐβοήθησε μέτροις. ∆ηλοῖ δὲ καὶ ὡς ἐπήμυνεν αὐτῷ, δίκην ἐπιθεὶς τοῖς ὑβρίσασιν, ἣν καὶ διὰ τάχος ἐγγίζειν φησὶ, δικαιώσαντος αὐτὸν τοῦ Πατέρος. ∆ίκαιον γὰρ ὄντα, καὶ καθ' ἑαυτοῦ μὴ δόντα λαβὰς, ἀποκτείνειν ἐτόλμησαν. Ἀνθ' ὧν αὐτοὺς κολάσας, ἀνυπεύθυνον ὑπάρχειν ἐμὲ μεμαρτύρηκεν. ∆ιό φησιν ὁ Πατήρ· "Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ." Φιλόπλουτοι γὰρ γεγονότες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πρὸς τὴν κατ' αὐτοῦ πονηρίαν ἐτράποντο. Καὶ γὰρ εἰδότες αὐτὸν ἔφασκον· "Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν." Εἰ δὲ νομίζει τις δικαίως με πεπονθέναι, παρέστω πρὸς ἔλεγχον. Ἀλλ' οὐ δυνήσεται. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησίν· "Ἴδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ." Παρ' ᾧ καὶ Ἰουδαῖοί φασι· "∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν." Εἰκότως δίκαιον, "Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Τῷ δὲ, Τίς ὁ κρινόμενός μοι; ἔοικε τὸ, "Τίς ἐλέγξει με περὶ ἁμαρτίας;" κατὰ πάντα γὰρ ἡμῖν, πλὴν ἁμαρτίας, ὡμοίωται. ∆ιόπερ ἔλεγεν· "Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν." Ἀνδρὸς δὲ τελείου χαρακτὴρ, τὸ, Τίς ὁ κρινόμενός μοι; ᾧ μηδὲν ἡ παρ' ἀνθρώποις κρίσις, ὡς σιγᾷν μὲν ὑπ' αὐτῶν καταδικαζόμενον, καλεῖν δὲ πρὸς τὴν παρὰ Θεῷ κρίσιν τοὺς ἐναντίους. Τὸ δὲ, τίς κακώσει με; ἐμφαίνει τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰς μάτην ἡ τούτων ἐπιβουλὴ, κατὰ τὸ ἐν ψαλμοῖς· "Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι." Πῶς γὰρ, ὢν ζωὴ, θανάτῳ κατείχετο; καθὸ δὲ γέγονεν ἄνθρωπος, δοκεῖ τοῦτο δέχεσθαι παρὰ τοῦ Πατέρος. Ὡς γὰρ Θεὸς, ἤγειρεν ἑαυτὸν λέγων· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ἐφ' οἷς φησι πρὸς αὐτούς· Ἰδοὺ πάντες ὑμεῖς 2493 ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. Ἢ εὐρὼς, κατὰ Σύμμαχον· ἢ βρωτὴρ, ὡς Ἀκύλας. ∆ι' ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ' αὐτοῦ σωματικῆς λατρείας. Πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Σῆτα δὲ λέγει καταβιβρώσκοντα, τὴν συνείδησιν ὧν τετολμήκασιν, ὁρῶντες τὴν ἑαυτῶν μὲν ἀποβολὴν, τὴν ἐπιστροφὴν δὲ τὴν ἐπὶ Θεὸν τῶν ἐθνῶν. ∆ιὸ καὶ πρὸς τῷ τέλει τῆς βίβλου φησίν· "Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄνειδος πάσῃ τῇ γῇ." Λέγοι δ' ἂν σῆτα καὶ τὰς ἁμαρτίας αὐτῶν. Ἐξ αὐτῶν γὰρ ἔχουσαι τὸ εἶναι, κατ' αὐτῶν τὴν βλάβην ἐργάζονται. Ἐπεὶ καὶ τὸ ἱμάτιον τροφὴ γίνεται ᾧπερ ἐγέννησε σκώληκι. Λογισμὸς δὲ οὗτος πρὸς τὸ μὴ φοβεῖσθαι τὰ ἐξ ἀνθρώπων τῶν ἀπολλυμένων, καὶ ἔνδειξις τῆς τοῦ λέγοντος ἀφθαρσίας. ∆ηλοῖ δὲ καὶ τὴν κατ' αὐτῶν τιμωρίαν καὶ σητῶν αὐτοὺς δίκην ἐκδαπανῶσαν ταῖς συμφοραῖς. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησί· "Τί ἔτι πληγήσεσθε προστιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον," καὶ τὰ ἐφεξῆς. ∆ι' ὧν αὐτῶν δηλοῖ τὴν ἀπώλειαν, καὶ χώρας ἀλλοτρίωσιν, καὶ πόλεως ἐμπρησμόν. Εἶτά φησι, Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; τὴν ἀπορίαν τούτων δηλῶν, καὶ τὸ σπάνιον. [Τοῦτο, ἢ τοιοῦτόν τι] δὲ ζητεῖ ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. ∆ιό φησιν· Ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας· καὶ τοῖς ἐπιεικέσι προτείνει φιλανθρωπίαν. Ἐσώθη γὰρ τὸ κατάλειμμα, οὗ καὶ ἀπαρχὴ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ ἄνθρωπος δὲ γεγονὼς, παῖς εἶναί φησι τοῦ Θεοῦ. Καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς, οὐ νόμου