τοιαῦτα δηλοῦνται ἀλλαχοῦ. Καίριον δὲ ἢ τὸ θανάσιμον κατὰ τοὺς παλαιούς, παρὰ τὴν κῆρα, ἢ τὸ εὔκαιρον εἰς κίνδυνον διὰ τὸν ὑποκείμενον ἐγκέφαλον. «Βέλος» γὰρ «εἰς ἐγκέφαλον δῦ». πεπείραται δὲ καὶ ἡ τυχοῦσα βολὴ τὸν τοιοῦτον τόπον λυπεῖν. (ῃ. 85) Τὸ δὲ «ἀνέπαλτο» λέξις καὶ αὐτὸ καιρία, δηλοῦσα ὀρθὸν ὑπὸ ἄλγους τὸν ἵππον στῆναι, ἤτοι ἀναπηδῆσαι. Ὁ δὲ ἐγκέφαλος κοινῶς ἐρρέθη 2.539 καὶ Ἀττικῶς. οἱ δὲ ὕστερον ἔγκαρον αὐτὸν εἶπον. Ὡς δὲ καὶ φοίνικος τοῦ δένδρου ἐγκέφαλος ἐκλήθη τὸ ἄνω αὐτοῦ κορυφαῖον, ὃ καὶ γλυκύτατόν ἐστι φαγεῖν, αἱ ἱστορίαι φασί. Τὸ δὲ «δῦ» ἀναλόγως ἔχει τῷ φῦ, οἷον «ἔν τ' ἄρα οἱ φῦ χειρί». (ῃ. 86) Τὸ δὲ κυλινδόμενος ἀπὸ βαρυτόνου ἐνεστῶτος τοῦ κυλίνδω, ὃν μόνον οἶδεν ὁ ποιητής. περισπᾶν γὰρ αὐτὸν τῶν μεθ' Ὅμηρόν ἐστι. Τὸ δὲ «περὶ χαλκῷ», τῷ τοῦ ὀϊστοῦ σιδήρῳ δηλαδή, καινότερον ἔχει τὴν ˉπˉεˉρˉι πρόθεσιν μετὰ δοτικῆς. (ῃ. 87) Τὸ δὲ «ἀπέταμνεν» ἀστείως εἴρηται κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν. οὐ γὰρ δυνάμενος ὁ οὕτω γέρων ταχὺ ἀποταμεῖν ἀπέτεμνε κατ' ὀλίγον ἐν παρατάσει χρόνου, καίτοι μὴ ἀνιέμενος ἀλλ' ἀΐσσων, ὅ ἐστι πάνυ σπεύδων. Εἰ δὲ καὶ ἦν εἰπεῖν ἀπέτεμνε κοινότερον, ἀλλ' Ὅμηρος τὴν κατ' αὐτὸν Ἰάδα γλῶσσαν τιμᾷ, τὸ τέμνειν τάμνειν λέγουσαν. (ῃ. 89) Ἰωχμός δέ, κατ' ἔλλειψιν τοῦ ˉδ, ἡ δίωξις. ὁ δ' αὐτὸς καὶ διωγμὸς ἂν εἴη ὁμοίως τῷ βρέγμα καὶ βρεχμός, καὶ ῥῆγμα καὶ ῥωχμός. ὥσπερ δὲ ἰωχμὸς κατ' ἔλλειψιν τοῦ ˉδ, οὕτω καὶ ἰωκή, ἡ δίωξις. Ὅτι δὲ λέξεις πολλαὶ τοῦ κατ' ἀρχὴν ἐκπίπτουσαι συμφώνου τὸν αὐτὸν αὖθις νοῦν σῴζουσιν, ἐδηλώθη ἔν τε τῷ χλιαρός λιαρός, καὶ ˉπˉεˉρˉι καὶ ˉἐˉρˉι τῷ ἐπιτατικῷ, καὶ πήγανον ἤγανον, καὶ σμικρόν μικρόν καὶ ἐν ἄλλοις, [ὧν ἐστι καὶ τὸ μῆλα ἦλα, ὥς φασιν οἱ παλαιοὶ μετὰ καὶ χρήσεως.] Τὸν δὲ Ἕκτορα ∆ιομήδης μὲν ἄγριον λέγει ἐν τῷ «ἀλλὰ μένε, ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα», Ὅμηρος δὲ θρασὺν σεμνότερον αὐτὸς εἰπών, ὃς καὶ τοῦ ἡνιόχου πεσόντος τῷ Ἕκτορι θρασὺν αὐτῷ ἡνίοχον ἐπιλέξεται. Χαίρει γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον. Θρασὺς γὰρ καὶ αὐτὸς καθ' Ὅμηρον ἡνίοχος, ὅτε δηλαδὴ ἡνιοχεῖν δεήσειε, καὶ οὐ κατεπτηχὼς κατὰ τὸν Νέστορα, ὃν ἡνιοχήσαντα τῷ ∆ιομήδει ἐκ χειρῶν ἡνία φύγον. (ῃ. 92) 2.540 Τὸ δὲ «σμερδαλέον ἐβόησεν» οὐ μόνον βοὴν ἀγαθόν, ὅ ἐστιν εὐρυβόαν, παριστᾷ τὸν ∆ιομήδην εἶναι, ἀλλὰ καὶ οἷόν τε ἐκπλήττειν τῇ βοῇ, ὅτε καιρός. (ῃ. 93) Πολυμήχανον δὲ οὐχ' ἁπλῶς, ἀλλ' ὡς ἀληθῶς τοιοῦτον τὸν Ὀδυσσέα φησίν. Ἦν γάρ, ὡς καὶ ἐν Ὀδυσσείᾳ σημειοῦνται οἱ παλαιοί, οὐ μόνον πύκτης καὶ παλαιστὴς καὶ δισκεύειν εἰδὼς καὶ τόξῳ ἀριστεύειν καὶ ἀκοντίζειν, «ὅσον οὐκ ἄλλος τις ὀϊστῷ», ἀλλὰ καὶ γεωργός, ὅτε δρέπανον ἐκεῖ ζητεῖ καὶ πηκτὸν ἄροτρον, καὶ κυβερνήτης, ὃς καὶ πόδα νηὸς διόλου νωμᾷ, καὶ τέκτων, ὡς ἡ ἐν τῇ Ἰθάκῃ κλίνη δείκνυσι, καὶ ναυπηγός, ὡς ἡ σχεδία δηλοῖ, ἣν συνεπήξατο, καὶ κυνηγός, ὁ καὶ τὴν ἐπίσημον οὐλὴν ἔχων ἐκ τοῦ συός, ὃν ὀδόντι ἐλάσαντα ὅμως κατέβαλε, καὶ μάντις. φῆμιν γοῦν ζητεῖ ἐν Ἰθάκῃ, ἀφ' ἧς συμβαλεῖται τὸ μέλλον. ἔτι δὲ καὶ μάγειρος δαιτρεῦσαι εἰδὼς καὶ ὀπτῆσαι, ἤδη δὲ καὶ ἰατρὸς ἐν οἷς φάρμακον, φασί, ζητεῖ «ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι». ὅτι δὲ καὶ ῥήτωρ ἄκρος ἦν, ἔκδηλον. εἰ δὲ καὶ Πληϊάδας ὁρῶν καὶ Ὑάδας ναυτίλλεται, ἔστι καὶ ἀστρονόμον νοῆσαι αὐτόν. [Τῷ δὲ πολυμηχάνῳ ἀντίκειται ἡ ἀλλαχοῦ δηλουμένη ἀμήχανος, ὅ ἐστιν ἁπλῆ καὶ ἀπόνηρος καὶ ἀπερίεργος καὶ ἄτεχνος, εἴτ' οὖν ἄδολος γυνή, καὶ ὁ κατ' αὐτὴν ἀνήρ. Αὐτοῖς δὲ πάλιν ἀντιπίπτει ἡ ἀμήχανος Ἥρη, καὶ εἴ τις δαίμων ἔοικεν αὐτῇ, ὧν καὶ τὰ ἔργα ἀμήχανα κατὰ τὸ «λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα», εἰπεῖν δὲ ταὐτόν, κακομήχανα.] (ῃ. 97) Τὸ δὲ «οὐδ' ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς» οἱ τὸν Ὀδυσσέα ψέγοντες ὡς δειλὸν ἀντὶ τοῦ οὐχ' ὑπήκουσεν οὐδὲ ἐπείσθη νοοῦσι, δειλίαν αὐτοῦ σημειούμενοι καὶ ἀπὸ τοῦ ἐν μέσῳ τοῦ ναυστάθμου τὰς αὐτοῦ νῆας εἶναι, οὗ ἀνάπαλιν αἱ τῶν ἀρίστων, ὡς εἰρήσεται, ἄκραι ἵσταντο. Ἔτι δὲ καὶ ἀπὸ τοῦ ἐν τῇ μονομαχίᾳ ὕστατον ἀναστῆναι αὐτόν, καὶ ἐν τῇ νυκτεγερσίᾳ δὲ τὸν ∆όλωνα πρὸ τοῦ ∆ιομήδους ἰδεῖν καὶ μηδὲ τὸν Ῥῆσον φονεῦσαι. Ὅτι δὲ ταῦτα συνέσεως μᾶλλον ἔργα