220
παράβασις ἦν, ἀλλὰ μᾶλλον βεβαίωσις, σκιαγραφήσαντος τὴν ἀλήθειαν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο. Ἀλλὰ νόμον ἱστάνομεν. Γέγραπται γὰρ ὅτι ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται. Πέρας γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Τοῖς δὲ νῦν καλουμένοις ἔλεγεν ὁ Πατήρ· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ." Τινὲς δὲ ἄμεινόν φασιν, ὡς τὸν θεοσεβεῖν δοκοῦντα παρ' Ἰουδαίοις ἀνακαλεῖ πρὸς μετάνοιαν, καὶ ὡς μηδενὸς πειθομένου, ἐν σκότῳ φησὶν ὑπάρχειν αὐτοὺς καὶ φωτὸς ἐστερῆσθαι. Τοῦτο δὲ τοῖς ἀποστόλοις οὐχ ἥρμοττεν, οὐδὲ τὸ πῦρ σωρεύειν καθ' ἑαυτῶν, καὶ κατισχύειν τὴν φλόγα. Ἐπιμένοντας δέ φησιν, ὑμᾶς τῇ ἀπιστίᾳ τὸ τῆς αἰωνίου κολάσεως ἐκδέχεται πῦρ· οἷς παραινεῖ πρότερον ἐπὶ τῷ Κυρίῳ πεποιθέναι, Θεὸν ἑαυτὸν εἶναι λέγων, καὶ ταπεινῆς 2496 ἐννοίας ἐκ τοῦ σάρκα φορεῖν ἑαυτὸν ἀποτρέπων αὐτοὺς, αὐτόν τε ποιεῖσθαι ῥάβδον καὶ στήριγμα. Οὐ γὰρ ἠδύναντο πιστεύειν δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ οὐ ζητοῦντες, ὃς εἴρηται ῥάβδος. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς κατὰ τό· "Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν." Ὀλισθηρὰ γὰρ ἡ φύσις, καὶ δεῖται τοῦ περικρατοῦντος. Οὗ τυχὼν ὁ δίκαιος λέγει· "Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου." Ἐν σκότῳ δὲ εἶναι τοὺς Ἰουδαίους καὶ ὁ Παῦλος δηλῶν, "Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων." Καὶ Ἡσαΐας φησίν· "Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος." ∆ιὸ Χριστὸς ἔλεγεν· "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου," καὶ τὰ ἑξῆς. Καὶ τοῦ τῆς κολάσεως δὲ πυρὸς ἀποτρέπων αὐτοὺς ἔλεγεν· "Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται." Ἐπίτασιν δὲ παρίστησι κρίσεως τὸ, Κατισχύετε φλόγα. Ὕλης μὲν γὰρ πολλῆς προσαγομένης, αὔξει τὸ πῦρ· ὀλίγης δὲ, ἀτονεῖ· δαπανηθείσης δὲ, σβέννυται. Ἰουδαῖοι τοίνυν πῦρ καθ' ἑαυτῶν ἔκαυσαν, ἀποκτείναντες τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους. Κατίσχυσαν δὲ τὴν ἑαυτῶν φλόγα, τὸν κληρονόμον ἀπεκτονότες, οἳ τὴν διὰ Χριστοῦ παίδευσιν οὐκ ἐδέξαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐπιμείναντες. ∆ιόπερ ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ νομικὸν, οὐ μὴν ἔχοντας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Ὅτι δὲ τῆς εἰς Χριστὸν παροινίας ἔτισαν δίκας παρίστησιν ἐπάγων· ∆ι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν· ἐν λύπῃ κοιμηθήσεσθε. Ταῦτα δὲ λέγει πόρθησιν χώρας, πόλεως ἅλωσιν, ἐμπρησμὸν τοῦ νεῶ. Ἐκοιμήθησαν δὲ καὶ ἐλύπη, ἢ καὶ ἐν ὀδύνῃ, κατὰ Σύμμαχον· ἢ κατὰ τὸν Ἀκύλαν, εἰς διαπόνησιν. Τὴν διὰ Χριστοῦ γὰρ λύτρωσιν οὐκ ἀξιωθέντες λαβεῖν, οὐκ ἐν ἐλπίδι γερῶν, καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ' ἐν φόβῳ κολάσεων, καὶ λύπῃ τῇ δι' αὐτὰς ὀδυνώμενοι κοιμηθήσονται. ΚΕΦΑΛ. ΝΑʹ. αγʹ. 9Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν Πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶσ9, κ.τ.λ. Ἀλλ' ἵνα μὴ ταῦτα πάθητε, καὶ νῦν ἔτι παραινῶ τὴν μετάνοιαν, ὦ ἄνδρες, ὑμῖν, οἱ προσποιούμενοι μὲν τὸν Κύριον τιμᾷν, ἐναντία δὲ πράττοντες τῇ τοῦ Κυρίου βουλῇ, τῷ τὸ δίκαιον ἐλαύνειν, ἡγεῖσθαί τε δυσμενῆ τὴν ἀλήθειαν. Τινὲς δέ φασιν ὡς προσφωνεῖ τοῖς πιστεύουσι καὶ ζητοῦσι Χριστὸν τὴν δικαιοσύνην, καὶ ὡς ἀλλοτρίους τῶν Ἰουδαίων τούτους καλεῖ. Πάντας 2497 γὰρ προεῖπε πῦρ καίειν, ἐν ᾧ καὶ κατεκαύθησαν οἳ διώκουσι τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες, ἀλλ' ὡς ἐπ' αὐτὸ τρέχοντες, ἵνα καταλάβωσιν, ὡς τό· "Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν." Ὀλιγοστοὶ μὲν γὰρ οὗτοι· προβήσονται δὲ εἰς ἄμετρον πλῆθος τῶν ἐθνῶν προστιθεμένων τοῖς ἐκ περιτομῆς ὃ καὶ παρίστησι παράδειγμα τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Τινὲς δὲ πρὸς τοὺς ἀπίστους εἰρῆσθαι τὸν λόγον, ὡς προείπομεν, λέγοντες, φασὶν ὡς ἀντὶ τοῦ, καὶ εἰς τὸν βόθυνον, ὁ Σύμμαχος, εἰς τὴν τρυμαλιάν· ὁ δὲ Ἀκύλας, πρὸς ἐκκοπὴν, ἐκδεδώκασιν· αἰνιττομένου τοῦ λόγου τὴν σῶμα τοῦ Κυρίου