221
δεξαμένην πέτραν, ἣν ὄρυξεν Ἰωσήφ. Εἶτα μετέβη ἐπὶ τὸ παράδειγμα τοῦ Ἀβραὰμ, καὶ τῆς Σάῤῥας, οἳ δίκην πέτρας ἄκαρποι καὶ ἄγονοι γεγονότες, πολλῶν ἐθνῶν πατέρες ἐγένοντο διὰ πίστεως, ὡς ὁ Παῦλός φησι· "Κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον," καὶ τὰ ἐπὶ τούτῳ. Ἐξ ἑνὸς οὖν, τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας (εἰς γὰρ ἄμφω, κατὰ τό· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν) ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει συνέστησαν· διό φησιν, Εἶς ἦν, καὶ ἐκάλεσα αὐτόν. Ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὕτω πεποίηκα· οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς ἐλατομήσατε, ἔσται τις ἐλπὶς σωτηρίας πᾶσιν ἀνθρώποις. Ἀλλὰ καὶ πέτρα κατὰ Παῦλον ἦν ὁ Χριστὸς, ἢν ἐν τῷ πάθει διώρυξαν, κατὰ τό· "Ὤρυξαν χεῖράς μου καὶ πόδας μου." Βόθυνον δὲ τὴν τρωθεῖσαν πλευρὰν ὑπαινίττεται. ∆ιὰ γὰρ τούτων ἡ σωτηρία, καὶ τῆς Ἐκκλησίας συνέστη τὸ πλήρωμα, καθάπερ ἐξ Ἀβραὰμ καὶ Σάῤῥας τὸ πλῆθος τὸ ἄπειρον. ∆ιὸ παρακαλεῖ τὴν Σιὼν, τὸ θεοσεβὲς πάλιν πολίτευμα, ὅπερ εἰς ἔρημον δι' ὑμᾶς κατέστη. Πλὴν ἀλλ' ἐγὼ τὴν ἐρημίαν αὐτῆς ἀναλήψομαι παράκλησιν καλῶν τὴν περὶ τούτων ἐλπίδα. Ἔρημον δὲ, ὡς πρὸς τὴν ἔχουσαν πάλαι τὸν ἄνδρα, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλεῖ, πρὸς ἣν ἔλεγεν ὁ προφήτης· "Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα," καὶ τὰ ἐπὶ τούτῳ. Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα, ἀλλ' ἢ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη; ἐν δὲ τῇ ἐρήμῳ παράδεισον ἔσεσθαι λέγει, κατὰ τὸν ἐν ἀρχῇ παρὰ Κυρίου .... διʹ. 9Ἀκούσατέ μου, ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται, ὡς φῶς, τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονα μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν9, κ.τ.λ. .... ἀνθρώπους φοβούμενος, μὴ ἀποσυνάγωγόν σε ποιήσωσιν οἱ λέγοντες· "∆αιμόνιον ἔχει καὶ μαίνεται. Τί ἀκούετε αὐτοῦ;" Οἷς ἔλεγεν ὁ Χριστός· "Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα 2500 τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε," οὓς ἀπολεῖσθε νῦν, φησὶν, ἁλωσομένης τῆς πόλεως. Εἶτα περὶ τῶν πειρασμῶν τῶν εὐσεβεῖν ᾑρημένων ἐπήνεγκε, καὶ τῆς ἐκ τούτων ἀνέσεως, κατὰ τὸ ἐν ψαλμοῖς· "Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν. Καὶ ἐκόπασε τὰ κύματα αὐτῆς." ∆υνατὸς γὰρ ταῦτα ποιεῖν ἐγὼ, εἴγε καὶ Κύριος εἰμὶ τῶν δυνάμεων, ὃς καὶ τοὺς ἐμοὺς λόγους ἐμβαλῶ σου τῷ στόματι. Τῷ γὰρ ἁμαρτωλῷ ἐρῶ· "Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου;" "Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ." "Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ." Περὶ δὲ τοῦ δικαίου εἴρηται· "Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ." Ὃς καὶ Σιὼν γενόμενος, ἐρεῖ τῷ Κυρίῳ· Θεός μου εἶ σὺ, τὴν τοῦ Χριστοῦ πίστιν δεξάμενος· καὶ ἀκούσεται παρ' αὐτοῦ, Λαός μου εἶ σύ. ιζκγʹ. 9Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι Ἱερουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας· καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκεσ9, κ.τ.λ. ΚΕΦΑΛ. ΝΒʹ. αʹ. 9Ἐξεγείρου, ἐξεγείρου, Σιών. Ἔνδυσαι τὴν ἰσχύν σου. Σιών. Καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία. Οὐκέτι προσθήσεται διελθεῖν διὰ τοῦ ἀπερίτμητος, καὶ ἀκάθαρτοσ9, κ.τ.λ. Τὴν κλῆσιν εἰπὼν τῶν ἐθνῶν (ἅπερ ἴδιον ἐκάλει λαὸν, πρὸς ἃ καὶ ἔλεγεν, ὅτι Νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν), νῦν προσφωνεῖ τῇ Ἱερουσαλὴμ πεσούσῃ, διαναστῆναι τοῦ πτώματος, ὅπερ ἔσχατον πέπονθε μετὰ τὴν εἰς Χριστὸν παροινίαν. Χρηστὸς δὲ ὢν ὁ Θεὸς, καὶ μὴν βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπὶ ταύτην παρακαλεῖ χρηστὰ πειθομένοις ἐπαγγελλόμενος· Ἐξεγείρου, λέγων, τὴν ἑκούσιον αὐτῆς πτῶσιν δηλῶν. Εἰ γὰρ ὑπ' ἄλλου κατείχετο, ἐκείνῳ ἂν, ἀλλ' οὐκ αὐτῇ περὶ τῆς ἐγέρσεως διελέγετο. Τίς γὰρ πεσὼν, κἂν μέλος πηρωθῇ, οὐ σπουδὴν τίθεται, πᾶσαν συλλέξας τὴν δύναμιν, ἀναστῆναι; Καὶ σὺ τοίνυν, ὡς ἱματίου περιβαλοῦ τὴν ἰσχὺν διαναστᾶσα κατὰ διάνοιαν. Λέξει γὰρ