νεωτέρων ἡττώμενον. [Εἰ δὲ καὶ διδάσκαλος γήρᾳ κατάπονος ἐλαττοῖτο μαθητῶν, παρῳδηθείη ἂν οὕτω «ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαθηταί».] Εἰ δὲ καὶ λόγιος ὁ σκωπτόμενος γέρων, ἵπποι μὲν βραδέες οἱ ἐκείνου λόγοι νοηθεῖεν ἄν, οὐκέτι πτερόεντες ὄντες εἰς τὸ πᾶν ἀλλὰ νωθρῶς προϊόντες, θεράπων δὲ ὁ νοῦς μηκέτι ὀξὺς ὢν καὶ ὑψηλὸς ἀλλὰ περιπέζιος καὶ ταπεινός. Τοῦτο γὰρ δηλοῖ τὸ ἠπεδανός ἀπὸ τοῦ πέδον πλεονασμῷ τοῦ ˉη, ὡς ἀπὸ τοῦ πάτος γίνεται κατὰ μετάθεσιν ὁ ταπεινός. (ῃ. 103) Τὸ δὲ «βίη λέλυται» πάρεσιν δηλοῖ συνδέσεως νεύρων. Τὸ δὲ χαλεπὸν γῆρας εἴη ἂν ἐφερμηνευτικὸν τοῦ ὁμοίϊον γῆρας, περὶ οὗ προδεδήλωται. (ῃ. 105) Τὸ δὲ «ἐπιβήσεο», οὗ κρᾶσις τὸ ἐπιβήσου, ἀσυνήθως καὶ αὐτὸ ἔχει, κανονισθὲν ὡς ἀπὸ ἐνεστῶτος τοῦ ἐπιβήσω, οὐκ ἔχοντος δύο ˉσ, ἵνα τε μὴ ὁ βήσω μέλλων, ἐξ οὗ ἐκινήθη, ἀπολέσῃ τὸν οἰκεῖον χαρακτῆρα, καὶ ἵνα δὲ ἴσως μὴ συνεμπέσῃ τῷ βήσσω βήξω, ἐξ οὗ τὸ βήξ βηχός. (ῃ. 106 ς.) Ὅτι ἔπαινος πολεμιστηρίων ἵππων τὸ «ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλα ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι», ἤγουν εἰδότες ὧδε καὶ ἐκεῖ τῆς πεδιάδος ποτὲ μὲν διώκειν, ποτὲ δὲ φεύγειν, καὶ ἄλλως δὲ γοργότερον φράσαι, εἰδότες καιρὸν διωγμοῦ καὶ φυγῆς. Θεῖοι δὲ ἵπποι μυθικῶς, περὶ ὧν ταῦτα εἴρηται, οἱ καὶ προδεδηλωμένοι. ∆ιὸ καὶ τετόλμηται ἐπ' αὐτῶν εἰπεῖν τὸ ἐπίστασθαι, τὸ κυριολεκτούμενον ἐπὶ λογικῶν, οὓς καὶ κοσμεῖ παρίσοις τέσσαρσι, δυσὶ μὲν καθαροῖς, δυσὶ δὲ μετὰ συμφώνων, εἰπὼν «οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι». Ὁ ∆ιομήδης δὲ καὶ τὸν ῥηθέντα ἱππικὸν ἔπαινον λέγει, φίλιππός γε οὗτος ἀνήρ, ὃς ἐν οὕτω μεγάλῳ κινδύνῳ φιλενδεικτεῖ ἐπαινῶν ἵππους, ὡς 2.544 αὐτῷ σύνηθες. (ῃ. 108) Εἰ δὲ τὸ «οὕς ποτ' ἀπ' Αἰνείαν εἱλόμην μήστωρα φόβοιο», δοκεῖ ταπεινοῦν τὸν Αἰνείαν ὡς μὴ ἐπιστάμενον καὶ διώκειν καὶ φεύγειν, ἀλλὰ μόνου φόβου μήστωρα, ἴσως μὲν τῷ φόβῳ καὶ τὴν δίωξιν συννοητέον, ἵνα μὴ ὁ ἥρως ἐλαττοῖτο ἵππων ἀρετῆς. Μάλιστα δὲ νοητέον ἐκεῖνον μήστωρα φόβου, ὡς μηδόμενον, ὅ ἐστι βουλευόμενον, δι' ὧν ἂν φόβον πάθοιεν οἱ ἀντίπαλοι. Οἱ δὲ γράψαντες «μήστωρε φόβοιο», ἤγουν μήστωρας, διὰ τοὺς ῥηθέντας ἵππους, πάνυ σφάλλονται τοῦ ὀρθοῦ. (ῃ. 109) Ὅτι ποτὲ μὲν κομῶ τὸ ἐπιμελοῦμαι, ὡς καὶ ἐνταῦθα «θεράποντες κομείτων», ἤτοι ἐπιμελείσθωσαν, καὶ «θεράποντε κομείτην», ὅ ἐστιν ἐπεμελοῦντο, ποτὲ δὲ κομίζω, ἐξ οὗ κομιδή, ἡ ἐπιμέλεια. Τὸ δὲ τοιοῦτον διφόρημα καὶ ἐπ' ἄλλων μυρίων φαίνεται. [Εἰ δὲ καὶ κομᾶν οἱ ὕστερον οἴδασιν ἐν δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων, ἀλλ' ὁ ποιητὴς κομείτην εἰπὼν καὶ κομείτων, οὐ κομᾶν οἶδεν, ἀλλὰ κομεῖν κατὰ ἀκολουθίαν πρώτης συζυγίας.] (ῃ. 110) Ὅτι καὶ ἐνταῦθα κεῖται ἡ ˉἐˉπˉι πρόθεσις ἐναντιωματικῶς ἐν τῷ «Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἰθύνομεν», ἤγουν κατὰ Τρώων. Ταὐτὸν δὲ παρὰ τῷ ποιητῇ ἰθύνειν ἵππους εἰς πόλεμον, καὶ ἰθὺς μαιμᾶν ἤγουν ὁρμᾶν (ῃ. 110 ς.) Ὅτι μαίνεσθαι καὶ ἐνταῦθα δόρυ ἐν παλάμαις λέγει ὡς εἴπερ αὐτὸ ἔμψυχον ἦν. Φησὶ γὰρ ∆ιομήδης τὸ καὶ ἀλλαχοῦ ῥηθὲν «ὄφρα καὶ Ἕκτωρ εἴσεται, εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν», ἀντὶ τοῦ «εἰ καὶ ἐγὼ αἰχμητής εἰμι», καθὰ ἑτέρωθι σαφῶς 2.545 ἐξήγηται. [Ὅτι δὲ τὸ μαίνεσθαι οὐκ ἐπὶ μόνου τοῦ συνήθους ἀεὶ τίθεται, ὡς τὸ «μαινόμενε φρένας ἠλὲ διέφθορας», ἐξ οὗ καὶ ὁ μαινόλης καὶ ἡ κυριολεκτουμένη μανία, ἀλλὰ καὶ ἐπὶ σφοδρᾶς κινήσεως καὶ ἐνεργείας, ὡς τὸ «μαίνεται δ' ὡς ὅτ' Ἄρης», ὁ Ἕκτωρ δηλονότι, ᾧ δὴ λόγῳ καὶ δόρυ μαίνεται ἐν παλάμαις, παρασημειοῦνται οἱ παλαιοί. Ὡς δὲ καὶ τὸ καθ' ὑπερβολὴν ἐρᾶν μανίᾳ ἔοικε, καὶ ὁ πάσχων αὐτὸ μαίνεσθαι δοκεῖ, ὁμοίως δὲ καὶ ὁ κατ' ἄλλην ἄλογον καὶ ἀσύμμετρον ἔφεσιν πλεονάζων τοιούτῳ ἐνίσχεται σκώμματι, δῆλον ἐκ τῶν σοφῶν. Μαίνεται γοῦν τις ὑφ' ἡδονῆς παρὰ Σοφοκλεῖ. Οὕτω δὲ καὶ ὁ χρυσομανὴς ἐπὶ χρυσῷ καὶ ὁ οἰνομανὴς ἐπὶ οἴνῳ καὶ ὁ γυναιμανὴς δὲ καὶ ὁ νοσῶν ἐρωμανίαν εἰς τοιαύτην ὁμοιότητα πίπτουσι. Θεραπεία δέ τις ἀμυδρὰ τῆς τόλμης τοῦ δόρυ τὸ ἄψυχον μαίνεσθαι, τὸ ἐν παλάμῃσι. διὰ γὰρ τὰς ἀρεϊκὰς παλάμας τὸ δόρυ μαίνεται, οὐ μὴν