222
προϊὼν, Ἔνδυσαι τὴν ἰσχὺν, Σιών. Ὥστε νῦν Ἱερουσαλὴμ μήτε τὴν ἐπουράνιον, μήτε τὸ θεοσεβὲς εἰρῆσθαι πολίτευμα· τὴν αἰσθητὴν δὲ καὶ ὑπόχειρα Ῥωμαίοις γεγενημένην. ∆ιὸ καὶ πεπωκέναι λέγεται τὸ ποτήριον τοῦ θυμοῦ. Τῆς γὰρ ἐν οὐρανῷ οὐχ ἅπτεται θυμὸς καὶ ὀργή· Θεὸς γὰρ λέγεται βασιλεύειν αὐτῆς. Ἀλλ' οὐδὲ τοῦ θεοσεβοῦς ἐπὶ γῆς πολιτεύματος. Ὁ δὲ Σύμμαχος ἐξέδωκε, τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ καὶ ἐξεστράγγισε, καὶ οὐκ ἐστὶν ὁ παρηγορῶν αὐτήν. 2501 Τοῦτο δ' ἂν λέγοιτο ἐπὶ τοῦ πᾶσαν τιμωρίαν ἐκτίσαντος πρὸς κάθαρσιν ἁμαρτημάτων, ὡς ἐπὶ τῶν προσαγομένων πικρῶν ἀντιδότων εἰς κένωσιν. Λυπεῖ γὰρ, ὡς ἰατρὸς, ὁ Θεὸς οὐκ αὐτὸς θέλων, τοῦ δὲ πράγματος ἀναγκάζοντος· περὶ οὗ λέλεκται· "Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς." Τοῦτο δέ σοι παθούσῃ, φησὶν, οὐδέν σοι παρέστη τῶν τέκνων παραμυθούμενον. Ὅτε μὲν γὰρ εἰς Ἀσσυρίους ἀπήχθησαν, εἶχον δικαίους καὶ προφήτας παρακαλοῦντας· μετὰ δὲ τὸν τολμηθέντα κατὰ Χριστοῦ θάνατον, οὐδεὶς θεοφιλὴς εὕρηται παρ' αὐτοῖς. Ἦσαν γὰρ προαπελάσαντες καὶ τοῦ Σωτῆρος τοὺς μαθητὰς πληγαῖς αἰκισάμενοι, τινὰς δὲ καὶ ἀνελόντες. ∆ύο δὲ ταῦτα, φησὶν, ἀντίκειταί σοι, καὶ πολεμεῖ, συντόμως τὰς ἐκ τοῦ πολέμου δηλῶν συμφοράς. Ἀντὶ δὲ δύο, προβάλλεται τέτταρα. Ἀλλὰ τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συνάπτει λόγος. Ἕπεται γὰρ τῷ μὲν πίπτειν ἡ συντριβή. Τῷ δὲ λιμῷ, μάχαιρα, τοῦτ' ἔστι θάνατος. ∆ύο τοίνυν τὰ πρῶτα, πτῶμα καὶ λιμὸς, περὶ ὧν ὁ λόγος, φησὶν ἃ τίς ὁ κωλύσων, φησὶν, ἢ καὶ ψιλῶς παραμυθούμενος; Ἄρα οἱ ἐν σοὶ Γραμματεῖς καὶ Φαρισαῖοι; ἢ καὶ ἄλλως δυνατοί; Ἀλλ' ἰδοὺ καὶ περὶ ἑαυτῶν κινδυνεύουσι. Καθεύδουσι γὰρ ἐπάνω πάσης ἐξόδου. Τοῦ πολέμου γὰρ κατασκήψαντος, τὰς τῆς χώρας ἐσχατιὰς κατελάβοντο, ἵν' εἶεν ἕτοιμοι πρὸς φυγὴν, οὐ πρὸς ἀπόκρουσιν ἐγρηγορότες κακῶν, φόβῳ δὲ παρειμένοι καθάπερ ἐκ μέθης ὡς σεύτλιον ἡμίεφθον. Κατὰ δὲ Σύμμαχον· Οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ' ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ. Καὶ κατὰ τοὺς λοιποὺς δὲ, ἀντὶ τοῦ, ὡς σεύτλιον ἡμίεφθον, ὡς ὄρυξ ἠμφιβληστρευμένος, ἢ συνειλημμένος, εἴρηται. Ὁ δὲ ὄρυξ ὄρνεόν ἐστιν, ᾧ παραβάλλει τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀμφιβλήστρῳ διαβόλου περιβληθέντας. ∆ιὸ καὶ τῷ θυμῷ παρεδόθησαν. Ἀντὶ δὲ τοῦ, ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Σύμμαχος, ὑπερμαχήσει φησὶ τοῦ λαοῦ αὐτοῦ. Τὸ δὲ εἴληφα τοῦτ' ἔστι λήψομαι. Ἐπαγγέλλεται γὰρ ἀνήσειν τὸν θυμὸν ποιούσῃ τὰ προσταττόμενα, ἅπερ ἦν ἐξεγείρου, ἐξεγείρου. Ἐπιμένουσα γὰρ τῇ πτώσει, αἰτία ἔσται τῆς τῶν ἐπηγγελμένων κωλύσεως. Τοιοῦτον καὶ τό· "Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει Κύριος." Μήποτε δὲ μηκέτι πιεῖσθε, φησὶ, διὰ τὴν ἐπ' ἐσχάτων ἐπιστροφήν. Ἔλεγε γὰρ, "Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην," καὶ τὰ ἑξῆς. Ποτήριον δὲ καλεῖν ἔθος ἔσθ' ὅτε τῇ θείᾳ Γραφῇ τὸ ἀνταποδιδόμενον ἀγαθοῖς, ἢ κακοῖς, ὡς παρὰ τῷ ∆αβίδ· "Πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐ 2504 τοῦ." Ὁ δὲ δίκαιος λέγει· "Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι." Τὸ οὖν ποτήριον δοθήσεσθαι τοῖς αὐτῆς πολεμίοις, καὶ ταύτην ἠδικηκόσι φησί· διὸ κατὰ Σύμμαχον εἴρηται· Καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε. Εἰκὸς δὲ ταῦτα καὶ περὶ ἀντικειμένων δυνάμεων λέγεσθαι, αἷς ἀποστᾶσα Θεοῦ ψυχὴ ἑαυτὴν ὑποτάττει, καὶ γήϊνα φρονοῦσα κύπτει πρὸς γῆν, καὶ τέλος ἁπλωθεῖσα πρὸς ἔδαφος τοῖς τῶν ἑλόντων αὐτὴν καταπατεῖται ποσίν· ἡ δὲ Θεῷ προσιοῦσα, ὄρθιος ἕστηκεν ἄνω βλέπουσα, καὶ πρὸς αὐτὸν ἐπηρμένη Τινὲς δὲ ἀδικησάντων αὐτὴν φασὶν, τῶν ὀρθοποδεῖν μὴ συγχωρησάντων αὐτῇ διδασκάλων. Ὅσῳ γὰρ ἦσαν ἐν τρυφῇ τε καὶ δόξῃ· τοσούτῳ πικροτέρας ἀπέλαυσαν δίκης, ὧν εἶχον ἐστερημένοι. Περὶ δὲ τῶν νοητῶς ἀδικησάντων καὶ Παῦλός φησιν· "Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ