223
Εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς ἐτύφλωσε τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ." Τοιοῦτόν τι δηλοῖ καὶ τὸ τοῦ ἀκαθάρτου πνεύματος τοῦ μεθ' ἑτέρων ἑπτὰ πονηροτέρων ὑποστρέψαντος ὅθεν ἐξῆλθεν. Ἐπάγει γάρ· "Οὕτως ἔσται τῇ πονηρᾷ γενεᾷ ταύτῃ." Ἐν Αἰγύπτῳ μὲν γὰρ ἀσεβήσαντες ἔνοικον ἔσχον τὸ πνεῦμα τὸ πονηρὸν, οὗπερ ἀπηλλάγησαν ἀκούσαντες· "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Εἶτα μὴ δεξαμένων διὰ πίστεως ἔνοικον τὸν Χριστὸν, τὸ ἀκάθαρτον πνεῦμα σχολάζοντα τὸν τόπον τὸν ἀρχαῖον εὑρὸν, αὖθις εἰς αὐτὸν εἰσεπήδησεν· ὃ καὶ τὸν προδότην μετὰ τὸ ψώμιον ὑπέδυ. Ταύτας ὁ Σωτὴρ τὰς πονηρὰς δυνάμεις εἰς ᾅδου ταρταρώσας παρέδωκεν, ἀνθ' ὧν εἰς γῆν τὰς ψυχὰς καταβαλόντες συνέκαμψαν, ὁποία ἦν ἡ ἐν Εὐαγγελίῳ παντελῶς ἀνανεῦσαι μὴ δυναμένη, περὶ ἧς ἔλεγεν ὁ Σωτήρ· "Ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραὰμ ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη." Καὶ πᾶσα δὲ τοιαύτη τῶν Ἰουδαίων ἦν ἡ συναγωγή· διὸ πάλιν ἐγερθῆναι ταύτῃ παρακελεύεται κατὰ τό· "Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός." Καὶ κατὰ τό· "∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παρειμένα γόνατα ἀνορθώσατε, καὶ τροχίας ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν." Ἔνδυσαι δὲ, φησὶ, τὴν ἰσχύν σου, ἐπειδήπερ ἔχει τινὰ μεγίστην ἰσχὺν ἡ λογικὴ ψυχή. Πρῶτον δὲ τὸ ἐξεγερθῆναι τοῦ πτώματος πυκνὰ λεγόμενον. Ἔνθα γὰρ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ καὶ συνεχὴς ἡ παράκλησις. Εἶτα, τὸ τὴν ἰδίαν ἀναλαμβάνειν ἰσχύν. Ἔχει δὲ καὶ δόξαν μεγίστην κατ' εἰκόνα πεποιημένη τοῦ Κτίσαντος, καὶ αὐτὸν ἔχουσα δόξαν, ἣν ἐπαναλαβεῖν βούλεται γενομένην πόλιν ἁγίαν, ὡς μηκέτι δι' αὐτῆς διαβαίνειν ἀλλογενῆ, ἢ εἰδωλολάτρην. Ὅτι δὲ δόξα ὁ τῆς δόξης Κύριος, ὅς ἐστι Χριστὸς, δηλοῖ καὶ ∆αβίδ· "Ἐξεγέρθητι, λέγων, ἡ δόξα μου." Καὶ περὶ 2505 τῶν πιστευόντων, "ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ." Τίνα δὲ τρόπον ἐνδυσώμεθα τὴν ἰσχὺν, καὶ τὴν δόξαν ὁ σοφὸς παρέστησε Παῦλος εἰπών· Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Καὶ πάλιν· Ὅσοι γὰρ Χριστὸν ἐβαπτίσασθε, Χριστὸν ἐνεδύσασθε. Τὸ δὲ πρόσωπον τῆς Ἐκκλησίας Ἡσαΐας εἰσάγει λέγων· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης·" ἣν νῦν ἁγίαν καλεῖ, ὡς σύμμορφον τῷ Χριστῷ, καὶ ἁγίου μετέχουσαν Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως πάντα ῥύπον ἀπονιψάμενοι, ὃς καὶ πᾶσαν ἔφοδον ἡμῶν διαβολικὴν ἀποκρούεται λέγων· Οὐκέτι προστεθήσεται διὰ σοῦ διελθεῖν ἀπερίτμητος καὶ ἀκάθαρτος. Καὶ ἱστορικῶς δὲ τὰ περίοικα ἔθνη συνέχεις ἐφόδους ποιούμενα, μονονουχὶ δι' αὐτῆς χαμαὶ κειμένης διήρχοντο. Ὡς ἐκ γῆς δὲ ἀνισταμένη, καὶ τῶν γηΐνων γεμούση τὸν χοῦν ἐκτινάξαι παρακελεύεται, τὸ φρόνημα δηλονότι τὸ σαρκικὸν, ὃ δεῖ προαποθεμένους, οὕτω προσιέναι Χριστῷ, Παύλου λέγοντος· "Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον," καὶ τὰ ἑξῆς. Ὃ δὴ δράσαντες ἀνιστάμεθα ὀρθῷ καὶ βεβηκότι τῷ λογισμῷ, καθά τις παραγγέλλει προφήτης· "Στῆσον σεαυτὴν, Σιών." Καὶ ∆αβὶδ δέ φησιν· "Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου." Ὧ παρέπεται καὶ τό· Ἐκδύσασθε τὸν δεσμὸν τοῦ τραχήλου. Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Καὶ ὑπὸ ζυγὰ δὲ τῆς ἁμαρτίας ὑποβληθέντες, "∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν," τὸ ἀγαθὸν ἐλευθέρῳ κατορθοῦντες φρονήματι, ὡς παρ' ἑνὸς ἡμῖν εἰρῆσθαι τῶν προφητῶν· "Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα." Ὡς ἁμαρτίας γὰρ καὶ διαβόλου δεσμῶτιν, καὶ δούλην αἰχμάλωτον καλεῖ τὴν Σιὼν ἐλεῶν αὐτὴν τῆς πικροτάτης ἁλώσεως. Ἣν καὶ θυγατέρα καλῶν, τὸ πῶς οὖν ἥλω, παρίστησιν· ὡς αὐτὴ δι' αὐτὴν, οὐκ ἀσθενείᾳ τοῦ σώζοντος, τῆς δὲ πατρικῆς εὐσπλαγχνίας ἀφηνιάσασα. Ὅθεν αὐτὴν δωρεὰν πεπράσθαι φησί. Καὶ ἄνω γὰρ ἔφασκεν· "Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε μηδὲν ἀντικαταλλαξάμενοι τῆς