224
ἑαυτῶν ἀπωλείας." Ἄκοντες γὰρ, ὡς εἰπεῖν, ἀπηγόμεθα. ∆ιὸ, καὶ ἄκοντα τὸν ἰσχυρὸν ἐσκύλευσεν ὁ Χριστός. Ἃ δέδρακεν ἐπιφέρων ἄνευ ἀργυρίου λυτρούμενος τοὺς μὴ σωματικῇ περιπεσόντας αἰχμαλωσίᾳ, ἀλλὰ ψυχικῇ, καὶ τοῦ τιμίου δεομένους αἵματος. Εἶτα δείκνυσιν ἑαυτὸν ἀεὶ τοῦ Ἰσραὴλ γεγονότα 2508 Σωτῆρα καὶ Λυτρωτήν. Καὶ ὅτε κατῆλθεν ἑκὼν εἰς τὴν Αἴγυπτον, τοῦ Ἰακὼβ ἐκεῖ διὰ λιμὸν κατοικήσαντος· καὶ ὅτε βίᾳ διὰ τὰς ἁμαρτίας ὑπ' Ἀσσυρίων ἑάλω, ἀπὸ τῆς αἰσθητῆς λυτρώσεως, τὴν ἐπὶ τῆς παρουσίας αὐτοῦ δηλῶν ἄλλῳ λόγῳ δωρεὰν πεπραγμένων. ∆ιὸ ἐπιλέγει· Καὶ νῦν τί ὧδε ἔσται; ἢ κατὰ τοὺς λοιποὺς, καὶ νῦν τί ἐστί μοι ὧδε; οὐδὲν γὰρ, φησὶν, ὧδε παρ' αὐτοῖς εὑρίσκω, κατὰ τὸ ῥηθέν· "∆ιότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος. Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων." Εἰ δὲ τὴν ὑπὸ Ῥωμαίων αἰχμαλωσίαν δηλοῖ, λέγοιτο ἂν τὸ ὧδε, ἐν ταῖς τῶν ἐθνῶν χώραις, εἰς ἃς διεσπάρησαν· ἤγουν, ἐν τοιᾷδε καταστάσει πραγμάτων δηλονότι, ταῦτα πάσχουσι τὸν ἑαυτῶν σταυρώσαντες λυτρωτήν. Εἶτα θαυμαζόντων τῶν παρ' Ἰουδαίοις καθηγητῶν, πῶς ὁ Θεοῦ κλῆρος λεγόμενος καὶ ἅγιος Ἰσραὴλ ἔπραξεν οὕτως οἰκτρῶς, καὶ ὡς πάσης αὐτοῖς ἀνῃρημένης ἐλπίδος ὀλολυζόντων, αὐτοὺς αἰτιᾶται τῆς τῶν ὑπηκόων ἁλώσεως. Οὐ γὰρ συνεχώρουν αὐτοῖς τῷ πρὸς αὐτοὺς ἀφιγμένῳ πιστεῦσαι Σωτῆρι. Ἀλλ' οἱ ἐθνικοὶ τὴν τῆς ἁλώσεως ἀγνοοῦντες αἰτίαν, ἀσθενείας τὸν τούτων ᾐτιῶντο Θεὸν, ὡς σῶσαι, κατὰ τὸν Ῥαψάκου λόγον, αὐτοὺς οὐκ ἰσχύσαντα. Κἀκεῖνος γὰρ ὑμῖν ἐπῆλθεν, οὐ δι' ἐμὴν ἀσθένειαν. Τοιγαροῦν ἡ τούτου πέπτωκε δύναμις, ἀλλ' ὑμῶν ἡμαρτηκότων. Ὅτι δὲ ταῦτα τοῖς ἄρχουσι προσφωνεῖ, ἡ τῶν ἄλλων παρέστησεν ἔκδοσις. Ὁ μὲν γὰρ Σύμμαχος· Οἱ ἐξουσιάζοντες αὐτοῦ, φησὶν, ὀλολύζουσιν. Καὶ Ἀκύλας, ἐξουσιάζοντες. Ὁ δὲ Θεοδοτίων ἄρχοντες. ∆ιὸ καὶ ἄνω ἔλεγεν· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Αὐτοὶ γὰρ ἀνέσεισαν τὰ πλήθη ταῖς κατὰ τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς. ∆ιὸ, κατὰ τοὺς λοιποὺς, οὐ πρόσκειται τῷ, τὸ ὄνομα μου βλασφημεῖται, τὸ ἐν τοῖς ἔθνεσι. Τοιγαροῦν ὁ Σύμμαχός φησι· ∆ιὰ παντὸς, ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖται. Ἀεὶ γὰρ οἱ ἄρχοντες ἐβλασφήμουν τὸν Κύριον, καὶ τοῖς ἄλλοις ὑπέβαλλον. Ἀλλ' ὑμεῖς μὲν τοιοῦτοι. Ὁ ἐξ ἐθνῶν δὲ λαὸς, ἀνθ' ὑμῶν με δοξάσει, τοῦ ἐμοῦ ὀνόματος πειρατὴν δύναμιν ἐγνωκὼς, ἣν οὐκ εἰδότες αὐτὸ βλασφημεῖτε. Καὶ ταῦτα ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, καθ' ἣν ἀνθρώποις ὁ ταῦτα διὰ τῶν προφητῶν λέγων ἐπιδημήσω, Τοῦτο καὶ Παῦλος λέγει· "Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ." ζιεʹ. 9Ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά. Ὅτι ἀκουστὴν ποιήσει τὴν σωτηρίαν σου λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεός. Ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ 2509 ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιὼν9, κ.τ.λ. Τοῦ Θεοῦ Λόγου τὴν εἰς ἀνθρώπους ἐπιδημίαν εἰπὼν, ἀκολούθως τὰ περὶ τοῦ εὐαγγελικοῦ συνάπτει κηρύγματος. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ ἀκουστὴν ποιοῦντος σωτηρίαν, ἃ δὴ μεταφράσας ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλός φησιν· "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, εὐαγγελιζομένων εἰρήνην." Ἀντὶ δὲ τοῦ σωτηρίαν, ἡ Ἑβραϊκὴ λέξις Ἰησοῦν περιέχει. Καὶ εἰ μὴ τὴν λέξιν ἑρμήνευσαν, οὐδὲν ἂν ἐκώλυσεν αὐτοὺς εἰπεῖν ἀκουτίζοντος Ἰησοῦν. Ἀνθ' οὗ εἶπεν Ἀκύλας καὶ Θεοδοτίων ἀκουτίζοντος σωτηρίαν. Ἀντὶ δὲ τοῦ, ὡς ὥρα· ὁ μὲν εἶπεν, τί ὡραιώθησαν. Ὁ δὲ Θεοδοτίων, εὐπρεπεῖς. Τὸν δρόμον δὲ τὸν πανταχοῦ γῆς τῶν τοῦ Εὐαγγελίου κηρύκων ὁ λόγος θαυμάζει, ὧν οἱ πόδες ὡραῖοι, διὰ τὸ καθαρὸν, ὡς ἂν τοῦ Σωτῆρος αὐτοὺς ἀνπονίψαντος. Τὸ ὑψηλὸν δὲ αὐτῶν τοῦ κηρύγματος τὸ ἐπὶ τῶν ὀρέων δηλοῖ. Τὴν πρὸς Θεὸν δὲ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς εἰρήνην εὐηγγελίζοντο,