παραιβάτην ἡνίοχον, ὡς αὐτοῦ δὴ τοῦ παραιβάτου εἰς φυγὴν καὶ δίωξιν δοκοῦντος ἐλαύνειν τῷ πρὸς τὸν ἡνίοχον ἐπιτάγματι. Ἐνάγει δὲ εἰς τοῦτο καὶ τὸ ἐφεξῆς, ἔνθα λέγει ὡς μερμήριξε Τυδείδης ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. Ἡνιόχου μὲν γὰρ τὸ στρέφειν ἵππους. οὐκ ἂν δὲ αὐτὸ γένηται, μὴ τοῦ παραιβάτου τῷ ὑφηνιόχῳ ἐγκελευσαμένου. Ἴσως δὲ καὶ θεραπεύει οὕτως ὁ Νέστωρ, ὃ μὴ καλῶς ἤδη πεποίηκε. Φθάσας γὰρ παραινέσαι τὸν ἐξ οἰκείου ἅρματος ἀναβάντα εἰς ἕτερον πολεμεῖν, οὐ μὴν ἡνιοχεῖν, αὐτὸς δὲ ἄρτι ἐπὶ ἅρματος τοῦ ∆ιομήδους οὐ πολεμῶν, ἀλλὰ ἡνιοχῶν, προβάλλεται τὸν ∆ιομήδην εἰς ἡνιοχείαν, εἰπὼν τὸ «φόβονδ' ἔχε ἵππους», ὡς 2.550 εἴρηται, ἵν' οὕτως ἡνίοχος ὁ ∆ιομήδης εἴη, οὐ μὴν αὐτός. (ῃ. 146- 50) Ὅτι ὁ συγκαταθέμενος γεροντικοῖς λόγοις εἴποι ἂν «ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες». Λυπουμένου δὲ τὸ «ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει». Μῖσος δὲ δηλοῖ καυχήσεως ἐχθροῦ τὸ «ὥς ποτ' ἀπειλήσει», ἤγουν καυχήσεται, «τότε μοι χάνοι εὐρεῖα χθών», ὃ καὶ ἀλλαχοῦ εἴρηται. (ῃ. 150) Ὡς δὲ ἀπειλὴ καὶ τὸ καύχημα λέγεται καὶ ἀπειλεῖν τὸ αὐχεῖν, οὐκ ἔστιν ἀμφιβαλεῖν. Γίνεται δὲ καὶ ἡ τοιαύτη λέξις παρὰ τὴν ˉἀˉπˉο πρόθεσιν καὶ τὸ εἰλεῖν. Ἀποστρέφεται γὰρ ὁ καυχώμενος τοὺς ὑπερηφανευομένους, καθὰ καὶ ὁ ἄλλως λόγοις τοῖς πρὸς ὀργὴν ἀπειλούμενος. Ὁ μέντοι εὐχόμενος ἀπειλεῖσθαι καὶ αὐτὸς λέγεται παρὰ τὰς ἱεράς, φασί, πέλλας ἤτοι φιάλας, αἷς χρῶνται οἱ θεοκλυτοῦντες, πλεονάσαντος ἐκεῖ τοῦ ˉα, ἵνα ᾖ ἀπελή, ἡ εὐχή, καὶ ἐπενθέσει τοῦ ˉι ἀπειλή. ∆ῆλον δὲ ἐκ τῶν τῆς Ὀδυσσείας, ὡς πέλλαι οὐχ' ἁπλῶς αἱ φιάλαι ἀλλ' αἱ πελεκηθεῖσαι (ῃ. 148-50) Ὅτι ∆ιομήδης μὲν αἰδεῖται φυγεῖν, λογιζόμενος ὡς ἄρα, οἷα εἰκός, «Ἕκτωρ δή ποτε φήσει ἐνὶ Τρώεσσιν ἀγορεύων· Τυδείδης ὑπ' ἐμοῖο φοβεύμενος», ἤτοι οὐχ' ὑπὸ ∆ιός, ἀλλ' ἐμοῦ φεύγων, «ἵκετο νῆας». καὶ ἐπεύχεται τότε θανεῖν, εἰπών, ὡς εἴρηται, προσεχῶς τὸ «ὥς ποτ' ἀπειλήσει» καὶ ἑξῆς. Καὶ οὕτω μὲν ὁ ∆ιομήδης ὀκνεῖ φυγεῖν, μέγα φρονῶν, ὡς πρέπον ἥρωϊ. (ῃ. 151-8) Ὁ δὲ ῥήτωρ Νέστωρ ἀνθυπάγει ἀντιπαραστατικῶς «ὦ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. εἴπερ γάρ σ' Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ἀλλ' οὐ πείσονται Τρῶες καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, τάων ἐν κονίῃσι βάλες», ἤγουν ἔθου, ἔρριψας, «θαλεροὺς παρακοίτας». Καὶ εὐθὺς ὁ Νέστωρ, καὶ ταῦτα ∆ιομήδους οὐ κατανεύσαντος, ὅπερ καὶ σημείωσαι, «φύγαδ' ἔτραπε μώνυχας ἵππους αὖτις ἀν' ἰωχμόν», ἤγουν ὀπίσω, ἔνθα ἦν ἡ τῶν λοιπῶν Ἀχαιῶν δίωξις, ὥστε εἰ καί τι μεμπτέον τὸν ἥρωα ὡς φυγόντα, τῷ Νέστορι ἐπιγραπτέον τὸ αἴτιον. Ἰστέον δὲ ὡς εἶχε μὲν ὁ σοφὸς Νέστωρ καὶ ἐνστατικῶς εἰπεῖν, ὡς οὐκ ἂν ὁ Ἕκτωρ 2.551 ἀλαζονεύσηται κατὰ ∆ιομήδους. ἐπεὶ δὲ φεύγειν σπεύδων οὐκ ἔχει πολυλογεῖν καὶ οὐδὲ θαρρεῖ οὕτως εἰπεῖν, ἀντιπαρίσταται, ὡς εἰ καὶ εἴπῃ ἀλαζονικόν τι, ἀλλ' οὐδένα ἂν πείσοι. (ῃ. 153) Τὸ δὲ «κακὸν καὶ ἀνάλκιδα» ταὐτὸν ἄμφω νοοῦσι, ταὐτολογικῶς ῥηθέντα καὶ νῦν πρὸς διασάφησιν, ἵνα μὴ κακόν τις νοήσῃ τὸν κατὰ ψυχὴν οὐ χρηστόν. Τὸν δὲ ἀνάλκιδα καλῶς ἐνταῦθα εἰπεῖν ἐταμιεύσατο. Εἶχε μὲν γὰρ πρὸ βραχέων ἐν τῷ «οὐδὲ μάλ' ἴφθιμος» εἰπεῖν οὐδὲ μάλ' ἄλκιμος, ὤκνησε δὲ εἰπεῖν ἐκεῖ αὐτό, ἐπεὶ προέκειτο τὸ «οὐχ' ἕπετ' ἀλκή». Φυγὼν οὖν τὸ κάλλος ἔθετο ἐκεῖ μὲν τὸ ἴφθιμος, ἐνταῦθα δὲ τὸ ἄλκιμος. (ῃ. 155) Ὅρα δὲ καὶ ὅτι τὸ «μεγαθύμων ἀσπιστάων» οὐχ' ἁπλῶς παρέρριπται ἀλλὰ πρὸς ἔπαινον, ὡς τοιούτους ἄνδρας ἀνελόντος τοῦ ἥρωος, κάλλους δὲ ποιήσει πρέποντος τὸ «ἀσπιστάων, τάων» ἐοικὸς τῷ «Σαμία μία ναῦς», καὶ τοῖς ὁμοίοις. (ῃ. 156) Τὸ δὲ «ἐν κονίαις βαλεῖν» τὸ κτεῖναι περιέφρασε, καὶ ἄλλως δὲ εἰπεῖν, παλαιστικὴ ἡ φράσις. ἐν πάλῃ γὰρ οἱ ἀγωνισταὶ ἐν κονίαις βάλλονται. Ἴσως δὲ καὶ ταφῆς ἔννοιαν ὁ λόγος ἔχει, ὡς τῶν θνῃσκόντων ὑπὸ χοῦν βαλλομένων. ∆ιὸ καὶ τὸ «θαλερούς» ἔχει τι καὶ οἴκτου. οἰκτρὸν γὰρ τοὺς ἔτι θάλλοντας ὑπὸ κόνιν βαλεῖν. (ῃ. 157) Τὸ δὲ «φύγαδε» ταὐτὸν ὂν τῷ φόβονδε ἐσχημάτισται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καθὰ τὸ οἴκαδε. [Ὡς γὰρ οἶκονδε οἴκαδε, οὕτω καὶ φυγήν φύγαδε.] (ῃ. 159) Ὅτι οὐ μόνον πολεμικὸν ἀλλά