225
δηλοῦντες τὸν Χριστὸν τὸν ποιήσαντα ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. ∆ιὸ ταῖς Ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος, χάρις ὑμῖν καὶ εἰρήνη γράφει. Εὐηγγελίζοντο δὲ καὶ τὰ ὄντως ἀγαθὰ, τοὺς μακαρισμοὺς καταγγέλλοντες. Ἔλεγεν δὲ τὸ κήρυγμα τῇ Σιὼν, δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι, τῷ τε τῶν ἀποστόλων χορῷ, βασιλεύσει σου ὁ Θεός. ∆ιὸ τὴν βασιλείαν τῶν οὐρανῶν πᾶσιν ἀνθρώποις κατήγγελλον. Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα, τὸ, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ἀποδοτέον τοῖς πρὸ αὐτοῦ, ἵνα ᾖ· Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ὥραν δέ φησι τὸ ἔαρ, ἐν ᾧ ἄνθη τε νέα, καὶ καρπῶν γοναί. ∆ιὸ καὶ ὁ Νυμφίος πρὸς τὴν Νύμφην φησίν· "Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν." Καὶ ἡμᾶς γὰρ ὁ δράκων καταχειμάσας, ἀκάρπους ἀπέφηνεν, ὡς μὴ εἶναι ποιοῦντα χρηστότητα. Ἀλλ' ἀνεθάλομεν ἐν Χριστῷ πνευματικῆς εὐκαρπίας γενόμενοι πλήρεις, ὡς καὶ δύνασθαι λέγειν· "Καταβήτω ὁ ἀδελφός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ." Γέγονε δὲ καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν. Τινὲς δὲ τὸ παρὸν ῥητὸν οὕτως ἑρμήνευσαν λέγοντες, ὡς τὴν ἐπίσκεψιν τοῦ λαοῦ τὴν ἐν τοῖς μετὰ ταῦτα γενομένην δηλοῖ, ἥτις καὶ παρουσία δικαίως ἂν λέγοιτο· οὐ τῆς οὐσίας αὐτοῦ τόπον ἐκ τόπου μετιού 2512 σης, ἀλλὰ τῆς ἐνεργείας καταδήλου γινομένης. ∆ιὸ καθαιρομένοις μὲν ἡμῖν παρεῖναι λέγεται, ἀπεῖναι δὲ ἁμαρτανόντων. Τὴν τοίνυν ἀντίληψιν οὕτω φανερὰν ἔσεσθαί φησιν, ὡς ὑμᾶς ὁμολογῆσαι τὸν αὐτὸν εἶναι τὸν καὶ νῦν προλέγοντα καὶ αὖθις πληροῦντα. Ὡς γὰρ οὐκ ἔστι τὴν ὥραν τῆς ἡμέρας λαθεῖν, καθ' ἣν ἐκλάμψας ὁ ἥλιος καταλάμπει τὰ ὄρη, οὕτως ἔσται φανερὰ πᾶσιν ἡ παρ' ἐμοῦ εἰς ὑμᾶς ῥοπὴ, χαρᾶς τε καὶ ἀγαλλιάσεως, οὕτω πληρωθήσεσθε, καθάπερ τοῖς ἀκοήν ἐστιν εἰρηνικήν τε καὶ ἡδεῖαν δεχομένοις. Καὶ βασιλεὺς δὲ ὑμῶν διορθουμένων ἀξιώσω καλεῖσθαι. Ἔσται γὰρ ἡ Σιὼν οὕτως εὐθηνουμένη, ὡς πάντα ἐκεῖνα πληροῦσθαι, ὅσα ἐν ταῖς ἐπιδόξοις πόλεσι καὶ εἰρηνευούσαις· φυλάκων μὲν τηρούντων τὴν πόλιν μετὰ φωνῆς, ἑαυτοὺς δὲ ἀσπαζομένων μετ' εὐφροσύνης, ὡς ἐπεγείρειν ἑαυτοῖς ἐν ταῖς συντυχίαις τὴν χαρὰν, καὶ τὸν ἐπ' αὐτοῖς ἔλεον κηρύττειν. Κοινωνεῖν δὲ τῆς εὐφροσύνης αὐτοῖς λέγοιτ' ἂν εἰκότως καὶ τὰ ἔρημα τῆς Ἱερουσαλήμ. Ὡς γὰρ διὰ τοῦ, "Ὁδοὶ Σιὼν πενθοῦσι," τὴν τῶν οἰκητόρων καὶ παριόντων ἐρημίαν ἐδήλου· οὕτω καὶ νῦν τὴν ἔρημον συνεορτάσειν εἰπὼν, τὴν καταλαβοῦσαν αὐτοὺς εὐφροσύνην παρίστησιν, αἴτιον τούτων τὸν ἔλεον εἰπὼν τοῦ Θεοῦ, δι' ὃν ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐλυτρώσατο τῷ βραχίονι, τοῦτ' ἔστι τῇ τῆς δυνάμεως ἐνεργείᾳ, γινωσκόντων τῶν ἐθνῶν ὡς ἐπεσκέψατο τὴν Ἱερουσαλὴμ ὁ Θεός· καὶ ταῦτα μὲν οὗτοι. Ἀντὶ δὲ τοῦ, φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, ὁ Σύμμαχος, Φωνὴ τῶν σκοπῶν σου ἐπῆρεν, ἑρμήνευσεν, καὶ ἐπήγαγεν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν. Ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν Σιών· δηλουμένου πάλιν τοῦ θεοσεβοῦς πολιτεύματος. Ἀντὶ δὲ τοῦ ὀφθαλμοφανῶς, οἱ λοιποὶ φασὶν ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται. Σκοποὺς δὲ νῦν τοὺς μαθητὰς τοῦ Σωτῆρος καλεῖ. Καὶ πάλαι γὰρ τοὺς προφήτας οὕτως ἐκάλουν, καὶ νῦν τοῦ νέου λαοῦ γεγόνασι σκοποὶ καὶ φύλακες οἱ ἀπόστολοι φυλάσσοντες ἀπὸ τῶν λύκων τῷ ἀρχιποίμενι τὰ πρόβατα διὰ τῆς πρεπούσης διδασκαλίας. Καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ Σωτῆρος γενόμενοι ὕψωσαν τὴν ἑαυτῶν φωνὴν, ὡς ἐξακουστὸν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πρὸς ἕνα τοὺς δύο συναχθῆναι λαοὺς, κατὰ τό· "Εὐφρανθῆτε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ." ∆ιὸ φησὶ καὶ ∆αβίδ· "Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη." Καὶ ὥσπερ τὸ τῶν δαιμονίων πλῆθος ἀπώλετο μετ' ἤχους, ὡς ἀγνοῆσαι μηδένα· οὕτω τὸ σωτήριον κήρυγμα πᾶσιν ἐξάκουστον γέγονε βασιλέα δεξαμένοις ἀντὶ τοῦ πάλαι τυράννου τὸν Κύριον. Ὃ δὴ καὶ γέγονεν ἡμῖν ἀφορμὴ πανηγύρεως, κατὰ τό· "Ὁ Κύριος ἐβασίλευσεν,