226
ἀγαλλιάσθω ἡ γῆ." Πῶς δὲ βασιλεύει δηλοῖ λέγων, φωνὴ τῶν φυλασσόντων σε ὑψώθη. Πρὸς οὓς ἔλεγεν Ἡσαΐας· 2513 "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου." Οἳ καὶ εὐφροσύνης ἐπληροῦντο, ἐλεουμένης τῆς νέας Σιὼν, ὁμοῦ τῷ κηρύγματι τὸ ἔργον ὁρῶντες καὶ τῶν ἀκουόντων τὴν πίστιν. Καὶ Παῦλος δὲ γράφει τοῖς δι' αὐτοῦ πεπιστευκόσιν· "Χαρὰ καὶ στέφανός μου." Ὅτι δὲ ἅμα τε ἐδίδασκον καὶ τοὺς πειθομένους εἶχον, δῆλον ἐξ ὧν φησιν ἐν ταῖς Πράξεσιν, ὡς προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς χιλιάδες ἀνδρῶν. Καὶ ὁ δεσμοφύλαξ δὲ ἀκούσας Παύλου· "Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε·" θαυμάσας ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ. Αὐτοῦ ὀφθαλμοὶ δὲ πρὸς ὀφθαλμοὺς εἶδον, κατὰ τὸ, ὁ Θεὸς ἐμφανῶς ἥξει. Ἤγουν, οὐ τοῖς σοῖς ὀφθαλμοῖς εὐφραινομένους, ἅμα τῇ σῇ φωνῇ τοὺς ἀκούοντας. Ἀντὶ δὲ τοῦ, ῥηξάτω ἅμα εὐφροσύνην τὰ ἔρημα Ἱερουσαλήμ· ὁ Σύμμαχος, Ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἱερουσαλὴμ, φησί. Τὸ δὲ ῥῆξαι φωνὴν, παρίστησι τόνῳ χρῆσθαι φωνῆς χαριστηρίους ᾠδὰς ἀναπέμποντας, δι' ὧν εὐφραίνοιτο Θεὸς, κατὰ τό· "Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου." Ἔρημα δέ φησιν ἱστορικῶς μὲν, ὅτι τῶν πλείστων μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν δαπανηθέντων, ἐρημία τὰ πλεῖστα κατεῖχε τῆς πόλεως. Πρὸς δὲ νοῦν, ὅτιπερ ἡ Ἐκκλησία κατ' ἀρχὰς ὀλιγανδροῦσα πρὸς ἄπειρον πλῆθος ἐπέδωκεν ὕστερον· πρὸς ἣν ἔλεγεν· "Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου." Τοιοῦτον καὶ τό· "Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα." Πῶς δὲ γένοιτο τοῦτο, παρίστησι λέγων, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ, τὴν τοῦ Μονογενοῦς ἐπιδημίαν δηλῶν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψουσαν. Οὐκοῦν ἐπειδὰν προσφωνεῖ τῇ Σιὼν καὶ τῇ Ἱερουσαλὴμ, τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν ἀναφέρεται κλῆσιν. Τὸ γὰρ θεοσεβὲς πολίτευμα, ποτὲ μὲν παρ' ἐκείνοις ἦν, ποτὲ δὲ παρὰ τοῖς ἔθνεσιν, ἃ δὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὠνόμασται. ∆ιὸ καὶ πάντοτε ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ Θεοῦ πόλις. Ἱερουσαλὴμ οὖν, ἢ Σιὼν καλεῖσθαι τὴν τοιαύτην ἐκλογὴν οὐδὲν διαφέρει· τοῖς δὲ ἀποστόλοις λοιπὸν τὸ προφητικὸν πνεῦμα προσφωνεῖ ἀποστῆναι τοῦ ἀπίστου καὶ ἀκαθάρτου λαοῦ. Σκεύη δὲ Κυρίου τὰ ἐκλεγέντα ὑπὸ Κυρίου ἅγια σώματα αὐτῶν, ἢ τὰ τῆς Καινῆς ∆ιαθήκης Εὐαγγέλια, ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων κελεύει λαοῦ, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέχεσθαι. Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Ἀλλ' οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. Τοῖς γ' οὖν Γαλάταις ἐπὶ τὴν νομικὴν πάλιν δραμοῦσι λατρείαν ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τέλος φησίν· "Οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπι 2516 τελεῖσθε;" περιετέμνοντο γὰρ ἤδη πιστεύσαντες. Σκεύη δὲ ἔχουσι καθ' ἕτερον τρόπον, οἵτινες τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, τοῦ θείου Πνεύματος τὰ χαρίσματα σκευοφοροῦσι Χριστῷ, Παύλῳ πειθόμενοι λέγοντι· Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, δι' ὧν ἑαυτῶν τε προασπίζουσι, καὶ τῶν ὑπὸ χεῖρα λαῶν. Πλὴν οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε φησίν. Οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἢ καὶ τοῦτο πεπόνθασι, προαιρέσει δὲ καὶ προθυμίᾳ μαθητεῦσαι πάντα κελευσθέντες τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Σὺν εἰρήνῃ δὲ τὴν πορείαν ἐποιοῦντο ἔχοντες συνόντα τὸν εἰρηκότα αὐτοῖς· "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ὃ δὴ καὶ νῦν δηλοῖ τὸ, προπορεύσεται πρὸ ὑμῶν Κύριος. Τινὲς δέ φασιν, ὡς τῆς ἰδίας ἐπιμελεῖσθαι προστάττει ψυχῆς, καὶ πρὸ τῶν τόπων ἀποστῆναι τῶν ἠθῶν τῶν Χαλδαϊκῶν, ὃ δὴ καὶ τοῖς Λευΐταις παρεγγυᾶται τοῖς τὰ ἅγια μετακομίζουσι. Περὶ δὲ τῶν μελλόντων ὡς ἤδη γεγονότων συνήθως φησὶν ἡ Γραφή· ὡς καὶ ∆αβὶδ πρὶν τὴν πόλιν ἁλῶναι καὶ τὸν νεὼν ἔφασκεν· "Ὁ Θεὸς,