228
παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων9, κ.τ.λ. 2520 ∆ιόπερ ἐπάγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἄμφω γὰρ ἐθαύμαζον, καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, καὶ τῶν ἐθνῶν τὴν ἐπιστροφήν. Καὶ τίνι ὁ βραχίων ἀπεκαλύφθη Κυρίου; τίνι δὲ, διὰ τῶν προλαβόντων ἐδήλωσε, λέγων· καὶ ἀποκαλύψει Κύριος ὁ Θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, δηλαδὴ τὸν Μονογενῆ. Ἐκεῖνοι γὰρ, ὡς τῷ Χριστῷ, οὕτω καὶ πάλαι τοῖς προφήται αὐτὸν προκηρύττουσιν ἔλεγον· Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ὡς καὶ τὸν Ἱερεμίαν λέγειν· Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Καὶ τὸν προφητικὸν δὲ χορὸν, "Ἰατρεύσαμεν, λέγειν, τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτήν." Τὴν Ἱερουσαλὴμ καλέσαντα Βαβυλῶνα, ὡς τῆς ἐθνῶν ἀσεβείας μηδὲν διαφέρουσαν, μηδὲ τοῦ νόμου ποιουμένην φροντίδα. Ταῦτα τοίνυν ὁ προφήτης ἀποθαυμάσας, διηγηματικῶς λοιπὸν τοῦ προλεχθέντος παιδίου τὴν εἰς ἀνθρώπους παρίστησι πάροδον λέγων· Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἀναβήσεται ὡς τιθηνιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου. Εἰς πρόσωπον γὰρ αὐτοῦ (λέγω δὲ τοῦ προλεχθέντος βραχίονος) ἀναβήσεται ὡς τιθηνιζόμενον, ὅπερ ἦν τὸ ἐκ τῆς Παρθένου γεγεννημένον, περὶ οὗ ἔλεγεν· "Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται," ἣν καὶ ἄβατον γῆν, ὡς παρθένον καλεῖ. Ῥίζαν δέ φησιν ἐκείνην, περὶ ἧς ἔλεγεν· "Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Κἀκεῖ δὲ τὸ ἀναβήσεται, ἀλλ' ἐκ ῥίζης, ὡς ἐνταῦθα, ἐκ τῆς ἀβάτου. Ὁ δὲ Σύμμαχος· Ἀνέβη ὡς κλάδος ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς διψώσης, φησὶ, διψῶσαν τὴν ἄβατον γῆν εἰρηκώς· ὁ δὲ Θεοδοτίων, ἀναβήσεται ὡς θηλάζον, ἐξέδωκε. Τοῦτο γὰρ ἦν περὶ οὗ καὶ πρόσθεν ἐλέγετο· "Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ." Καὶ πάλιν· "Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν λήψεται δύναμιν ∆αμασκοῦ." Καὶ πάλιν· "Ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐδόθη." Τὴν δὲ γένεσιν τοῦ Σωτῆρος εἰπὼν, τὴν ἐπὶ γῆς αὐτοῦ διηγεῖται διατριβήν. Οὐ γὰρ ἦν αὐτῷ, φησὶν, ἔνδοξον εἶδος. ∆ιὸ Σύμμαχός φησιν· Οὐκ εἶδος αὐτῷ, οὐδὲ ἀξιῶν, ἵνα εἴδωμεν αὐτό. Οὐδὲ θεωρία, ἵνα ἐπιθυμήσωμεν αὐτόν. Ἐξουδενωμένος, καὶ ἐλάχιστος ἀνδρῶν. Ἀνὴρ ἐπίπονος, καὶ γνωστὸς νόσῳ, καὶ εἰδὼς φέρειν μαλακίαν, οὐ μὴν μεμαλακισμένος. Ταῦτα δὲ ὑπέμεινεν ἀποκρύψας τὸ τῆς θεότητος αὐτοῦ πρόσωπον. Τοῦτο γὰρ τὸ, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ. Κατὰ γὰρ τὸν Ἀκύλαν ὡς ἀποκεκρυμμένον πρόσωπον αὐτοῦ. Κατὰ δὲ Θεοδοτίωνα, τὸ οὐκ ἐλογίσθη. Οὐκ ἐλογισάμεθα αὐτόν. Κατὰ δὲ τοὺς λοιποὺς, Ἐξουδενωμένος. ∆ιὸ οὐκ ἐλογισάμεθα αὐτόν. ∆ιὰ φιλανθρωπίαν δὲ καὶ τὸ 2521 ἴδιον ὁ προφήτης ὑπέβαλλε πρόσωπον τοῖς τὸν Χριστὸν ἀθετήσασιν. Ἐχρῆν δὲ σκοπεῖν ἡμᾶς, φησὶν, ὡς οὗτος ἦν ἄρα τῶν ἡμετέρων ψυχῶν ὁ Σωτὴρ, τὰς ἁμαρτίας ἡμῶν φέρων, καὶ περὶ ἡμῶν ὀδυνώμενος. Σύμμαχος δέ φησιν· Ὄντως τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνέλαβε, καὶ τοὺς πόνους ὑπέμεινεν. Ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν ἁφῇ ὄντα, πεπληγότα ὑπὸ Θεοῦ, καὶ τεταπεινωμένον. Ὧ συμφώνως ἐξέδωκαν οἱ λοιποί. Ἡμεῖς μὲν οὖν, οἷα νήπιοι, ταῦτα περὶ αὐτοῦ πεφρονήκαμεν. Ἔπασχε δὲ δι' ἡμᾶς, ἀπαλλάττων τιμωρίας τῆς ἐκ τῶν ἁμαρτημάτων ὀφειλομένης τὴν ἀνθρωπότητα. Ὁ δὲ Ἀκύλας· Αὐτὸς, φησὶ, βεβηλωμένος ἐπὶ ἀθεσιῶν ἡμῶν. Ἦν γὰρ ἀληθῶς βεβηλωμένος, ὅτι γέγονεν ὑπὲρ ἡμῶν κατάρα, κατὰ τὸν Ἀπόστολον, ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Οὐκ ἅρα κάλλος εἶχε τὸ θεοπρεπὲς, ἀλλ' ἄτιμον. Πρὸς γὰρ τὴν θείαν λαμπρότητα πᾶν ἀνθρώπινον ἄτιμον. Εἴρηται γοῦν· "Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Καὶ ἄλλως δὲ γεγονὼς ἐκ πτωχῆς μητρὸς, διὰ πάντων ὥδευσε τῶν ταπεινῶν, ἵν' ὑψώσῃ τὸ ταπεινὸν, καὶ Κύριος δὲ καὶ βασιλεὺς ὑπάρχων τῶν ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρότητος; κατηφὲς δὲ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται πρόσωπον καὶ τεταραγμένον πρὸ τοῦ σταυροῦ, ὡς λέγειν· "Νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου." Ἀπαθὴς γὰρ